# Lexicon 380.28

Pseudo-Zonaras, Lexicon, 380.28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/380.28
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/380.28

διὸ κυρίως δεκατεύσαμ τὸ καθιερώσαμ. Θουκυ-
δίδης δὲ καὶ ἐπὶ τῶν τελωνῶν.]
Δελεάζοντες. 78 ἐπικρίπτοντες. οἱ δὲ Σκυθοπο-
λίται ἠρέμησαν δελεάζοντες τὴν πίστιν αὐτῶν.
Δενδύλλειν. 79 τὸ διανεύειν τοῖς ὀφθαλμοῖς. παρὰ
κινεῖν καὶ δινεῖν καὶ μεταφέρειν τοὺς ἥλους.
ἄλλοι γὰρ οἱ ὀφθαλμοί, ῥαδίως εἰλούμενοι καὶ
εὐμετάφοροι πρὸς ἕκαστερα.
Δεννάζων. βλασφημῶν.
παρὰ δεννάζων ῥήματα. 80
Δενδρυάζειν. 81 τὸ καταδύειν καὶ κρύπτεσθαι.
[κυρίως δὲ εἰς δρῦς καταδύεσθαι, καταχρηστι-
κῶς δὲ καὶ ἐπὶ τοῦ ἀπλῶς καταδύειν καὶ κρύ-
πτεσθαι, ἀπὸ τῶν παλαιῶν ταῖς δρυσι σκέπη
χρωμένων. πρὶν γὰρ τὰς οἰκήσεις εὑρεθῆναι,
ἐν τοῖς κοιλώμασι τῶν δένδρων καταδύοντες
ῥῶουν. εἴρηται δὲ παρὰ τὸ τὰς δρῦς, δριάζειν
καὶ δενδρυάζειν. σημαίνει δὲ καὶ τὸ παρ’ ὕδα-
τος δύεσθαι καὶ ἀποκρύπτειν ἑαυτόν.]
Δεξιοῦται. ξενοδοχεῖται, φιλοφρονεῖται. καὶ δε-
ξιοῦμεθα.
Δέρκω. τὸ βλέπω. παρὰ τὸ δρῶ τὸ πράττω.
κατὰ ἀντίφρασιν λέγεται καὶ ἐπὶ τοῦ ὕπνου. 82
[οἱ γὰρ καθεύδοντες οὐδὲν δρῶσι. δρῶ οὖν καὶ
παράγωγον δέρκω, καὶ ἐν ὑπερθέσει δέρκω. ἢ
παρὰ τὸ δρέκεσθαι δέρκεσθαι.]
Δερμύλλειν. 83 αἱμοποτεῖν. ἢ ἐκδείρειν.

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.