# Lexicon 383.6

Pseudo-Zonaras, Lexicon, 383.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/383.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/383.6

Δημοσθένης.³³ ἴστέον, ὅτι ἐπὶ τοῦ Δημοσθένεος Δημοσθένους οὐκ ἔστι συναίρεσις, [ἀλλὰ κράσις.] ἄλλο γὰρ κράσις καὶ ἄλλο συναίρεσις. ἡ μὲν γὰρ συναίρεσις πάντα τὰ αὐτὰ φωνήεντα φυλάσσει καὶ οὐ ποιεῖ ἀλλαγὴν τῶν φωνηέντων, οἷον· παῖς, παῖς· Πηλεῖ, Πηλεῖ. ἡ δὲ κράσις πάντως ἀλλοίωσιν ἐργάζεται τῶν φωνηέντων, οἷον· τὸ ἐμόν, τοὔμόν· νόος, νοῦς. καὶ εἰ ἄρα ἐν τῇ Δημοσθένεος γενικῇ κράσις ἐστὶ καὶ οὐ συναίρεσις, διὰ τί εἴπεν ὁ τεχνικός·³⁴ πᾶσα γενικὴ εἰς ους λήγουσα συνηρρημένη ἐστὶ· καὶ οὐκ εἴπε κεκραμένη; καὶ ἐστὶν εἰπεῖν, ὅτι ἡ συναίρεσις γενικὴ ἐστι, καὶ συναρρεῖται εἰς εἴδη δύο· εἰς κράσιν καὶ εἰς ὁμώνυμον λεγομένην συναίρεσιν. τῷ οὖν γενικῇ ὀνόματι ὅτε συνχρεῖται τὴν κράσιν ἐκάλεσε. πολλάκις γὰρ τῷ ὀνόματι τοῦ γένους τὰ εἴδη προσχωρεῦομεν.

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
