# Lexicon 391.13

Pseudo-Zonaras, Lexicon, 391.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/391.13
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/391.13

Διάθεσις.63 ἡ ποία τῶν πρὸς τι τῆς ψυχῆς σχέσις, ἢ πάλιν ἡ πρὸς τι πῶς τῆς ψυχῆς ἕμμορος κίνησις. διαθέσεις ἐστι καὶ ἡ κατὰ συμβεβημὸς τοιάδε ἐκάστου ποιότης. διαθέσεις οὐ μόνον ἐπιστήμαι καὶ τέχναι, ἀλλὰ καὶ ἀρεταί. ὑπάρχει δὲ τῇ τέχνῃ τὸ φαῦλον καὶ σπουδαῖον· τῶν γὰρ τεχνῶν αἱ μὲν εἰσὶ φαῦλαι, αἱ δὲ σπουδαῖαι. τῷ δὲ ἐπιστήμης ὀνόματι Ἀριστοτέλης ἀντὶ τῆς τέχνης χρῆται κεινότερον. ὑπάρ-χοι δ’ ἂν καὶ τῇ διαθέσει γένος οὖση τέχνης τὸ φαῦλον καὶ σπουδαῖον. διαθέσεις λέγονται, αἱ ἐστιν εὐκίνητοι καὶ ταχὺ μεταβάλλονταί· οἷον θερμότης καὶ ψύξις καὶ νόσος καὶ ὑγεία. διάκειται μὲν γὰρ πῶς κατ’ αὐτὴν ὁ ἄνθρωπος· ταχὺ δὲ μεταβάλλει ἐκ θερμοῦ εἰς ψυχρόν, καὶ ἐκ τοῦ ὑγιαίνειν εἰς τὸ νοσεῖν· εἰ μὴ τις διὰ χρόνου πλήθος ἤδη πεφυσιασμένη ἀνίατος ἐστι καὶ δυσκίνητος· ἣν ἂν τις ἴσως ἐξιν ἤδη προσαγορεύοι. καὶ διαφέρει ἕξις διαθέσεως· καὶ γὰρ ἡ μὲν ἕξις δυσκίνητος, ἡ δὲ διάθεσις εὐκίνητος.

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
