# Lexicon 415.14-416.8

Pseudo-Zonaras, Lexicon, 415.14 to 416.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/415.14
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/415.14

Δοξάριον: ἡ δόξα, ὑποκοριστικῶς. Δόρατα. κοντάριx, λογχάρια. Δορύκτητον. τὸ διὰ πολέμου κτηθὲν. Δορυλάειον, Δορύλειον, καὶ Δορύλαιον. τό-πος. [Δόρει. κονταρίῳ. ἰστέον, ὅτι ὥσπερ ἀπὸ τοῦ γῆρας γίνεται γήρως, καὶ ἀπὸ τοῦ δέρxε δέ-ρος, οὕτως καὶ ἀπὸ τοῦ δόρυ δόρατος γίνεται δόρος· κάκειθεν ἡ δοτικὴ δόρει· ὥσπερ τεῖχος, τεῖχει· τὸ δέ, — δοὐρὶ δὲ ξυστῶ μέμηνεν Αἴας. ἀπὸ τῆς δορὸς γενικῆς.] Δίφυ. καὶ τὸ ξύλον καὶ τὸ ἀκόντιον. [τὸ ξύλον μὲν, ὡς παρ’ Ἡσιόδῳ — ἕκαστον δέ, δοῦρα θ’ ἀμάξης. τὸ ἀκόντιον δέ· ἐγὼ μὲν τις δόρυ θηξάσθω — εἴρηται ἀπὸ τῆς δρυὸς, δρυόν τι ὄν, ἐπὶ παμ-τὸς ξύλου λεγόμενον παρὰ τοῖς παλαιοῖς. ἡ δαίρω, ὁ σημαίνει τὸ λεπίζω. τοῦ γὰρ φλοιοῦ λεπίζεται τὰ ξύλα. ἡ θόρυ τι δὴ τὸ ἐκ τῆς γῆς ἀνατρέχον. ὡς καὶ ὁ ποιητὴς λέγει· ἐπεὶ οὔπω τοῖον ἐλήλυθεν ἐκ δόρυ γῆς.] [Δορύκνιον. γράφεται καὶ δορίχνιον. ἔστι δὲ πόα τις. πινόμενον γὰρ ὑπάρχει τῶν θανασί-μων. ἔστι δὲ κατὰ τὴν ὀσμὴν καὶ τὴν γεῦσιν γάλακτι παραπλήσιον. ὅθεν δυσδιάκριτον τῇ πί- 42. Ἡσιόδῳ] Op. 454. Leg. ἕκαστον δὲ τὸ δοῦρα θ’ ἀμάξης. 44. δόρυ γῆς] Leg. ἀνήλυθεν ἐκ δόρυ γαίας. Odys. ζ, v. 167. νοντι· διὰ τὸ εἶναι γάλακτι παραπλήσιον. Δη-μοφῶν δὲ ἐτυμολογεῖ αὐτὸ οὕτως πεπηχόθαι, διὰ τὸ δόρατι ἴσον εἶναι κατὰ τὴν ἀναίρεσιν.] Δοῦρα. πλοῖα46 ἢ ξύλα τὰ εἰς τὸν πύργον. Δουρηνεκές.47 ὅσον δόρατος βολή. ὅσον δόρυ δια-τεῖναι, ἢ μήκος δόρατος. [Δουροδόκον. τὸν δεχόμενον τὰ δόρατα.] Δοῦλιον ἦμαρ.48 ἡ τῆς αἰχμαλωσίας ἡμέρα. δοῦ-λιος δὲ ζογός,49 δίφθογγον. Δόχμιον.50 πλάγιον. Δόγμα.51 ἔννοιᾳ παρὰ Θεοῦ ἀψευδής. ἢ δόξης πρό-τασις καὶ ἀνατροπὴ ἑτέρου, καὶ δι’ ἀμφοτέρων ἀληθείας διάγνωσις. [ἡ ζήτησις περὶ πίστεως καὶ ἀκριβοῦς ζητήσεως ἀψευδὴς διάγνωσις.] Δοιά. ἀντὶ τοῦ δύο. Ἡσίοδος52 δοιὰ ἕσθαι ἄροτρα πονησάμενος — Δοιάντιον.53 πεδίον. ἀπὸ τοῦ Δοίαντος ἥρως. Δόμα.54 τὸ δῶρον. παρὰ τὸ δίδωμι, δώσω, δέδω-κα, δέδομαι, καὶ ἐξ αὐτοῦ δόμα.

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
