# Lexicon 416.12-417.18

Pseudo-Zonaras, Lexicon, 416.12 to 417.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/416.12
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/416.12

('ῥῆμα.) Δογματίζει.55 θεολογεῖ. Δοιάσατο.56 ἐνεδοίᾳσε. λαμβάνεται καὶ ἐπὶ τοῦ ἔδοξε καὶ ἐνόμισε. κυρίως δὲ τὸ μιᾷ γνώμῃ μὴ ἑστάναι. [οὐκ ἀπὸ τοῦ δοσσῶ δὲ εἴρηται, ὡς φασὶ τινές, ἐπειδή ἔδοξα ὤφειλεν εἶναι ὁ ἀό-ριστος· ἀλλὰ παρὰ τὸ δοιὰς δοιάζω, ὡς Ἰππος ἱππάζω, ὁ μέλλων δοιάσω, καὶ ἐδοιασάμην, ἐδοιάσατο, καὶ πλεονασμῷ τοῦ σ Αἰολικῶς ἐδοι-άσσατο, ὡς τὸ ἔσεταμ ἔσσεταμ, καὶ ἀποβολῇ τοῦ τ δοάσσατο. ἄλλοι δὲ ἀπὸ τοῦ δοκῶ, δοκά-ζω, δοκάσσατο καὶ ἀποβολῇ τοῦ κ δοόσσατο. οὕτως οἱ μὲν, ἔλλειψιν τοῦ ις, οἱ δὲ, τοῦ τ. ὅνα μὴ παρ’ ἄλλου ὡς καινὸν ἀκούσης. οὕτως Ἡρωδιανός.] †Δουλαγωγῶ.⁵⁷ ἀντὶ τοῦ ὡς δοῦλον ἀΦηνιάζον-τα ἀποστέλλω, ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ. † Δοίη.⁵⁸ παράσχοι. οὐχὶ ἐν τῷ ᾧ δώη. Δοιάζω. τὸ διστάζω. παρὰ τὸ δοιὸς δοιάζω. [ὡς ἵππος ἱππάζω, λίθος λιθάζω.] Δοῖεν.⁵⁹ παράσχοιεν. [εὐκτικόν, δεύτερος ἀόριστος τῶν εἰς μ τρίτου προσώπου τῶν πληθυντικῶν.] Δοκεῖ. νομίζει, οἴεται. Δοκεῦει.⁶⁰ ἐπιτηρεῖ: [ἀπὸ τοῦ δόκω βαρύτονον, δοκεῦω παράγωγον.] Δοκιμάζεις.⁶¹ κρίνεις. καὶ δοκιμάσας. Δοκοῦντες.⁶² ἀρέσκοντες. Δοκιμασθεῖς.⁶³ εἰς ἄνδρας ἐγγραφείς. οὕτως Δη-μοσθένης. Δοκιμασθεῖσαις.⁶⁴ κριθείσαις. βεβαιωθείσαις. Δοιδυκίζω.⁶⁵ τὸ ταράσσω. ἡ στρογγύλην ἐποίη-σεν ὡς δοίδυκα. 66 Δολοφρονέων. δόλιx φρονῶν. 67 Δολιχεύουσι. περιονεύουσι. δολιχεύσας πολλά- κικ πολλοὺς πλοῦς περιβάλλεται πλοῦτον εὖ μάλx ἀδρόν. 68 Δόμεναμ. δοῦναμ. πρίν γ’ ἀπὸ πατρὶ φίλῳ δόμεναμ — ἔστι δίδωμι, ὁ δεύτερος ἀόριστος ἔδιδων, ἡ μετοχὴ ὁ δοὺς, τοῦ δόντος, καὶ τὸ ἀπαρέμφα- τον τοῦ δευτέρου ἀορίστου δοῦναμ. εἰώθασι δὲ οἱ Δωριεῖς ἐπὶ τῶν εἰς ναι ἀπαρεμφάτων τοῦ ἀο- ρίστου προστιθέναι τὴν μὲν συλλαβήν. καὶ εἰ μὲν ὡς δύο φωνήεντα, τὸ ἕν ἀποβάλλουσιν, οἷον δοῦναμ, δόμεναμ, θεῖναμ, θέμεναμ; εἶναμ, ἔμμεναμ, πλεονασμῷ τοῦ ἑτέρου μ. εἰ δὲ ἕν φωνήεν, φυλάσσουσιν αὐτό, οἷον στήναμ, στή- μεναμ, βήναμ, βήμεναμ. 70 Δονεῖ. ταράσσει. 71 Δοξάσαμ. ὑπονοήσαμ, εἰπάσαμ. Ἀριστοφάνης δοξάσαμ ἔστι κόραμ· τὸ δ’ ἐτήτυμον οὐκ ἔχω εἰπεῖν. 73 Δοξούμενοι. ἤτοι δοξάζοντες. 74 Δορπήσαμ. ἑσπερινὸν δεῖπνον δεῖπνησαμ.

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
