# Lexicon 419.5-420.1

Pseudo-Zonaras, Lexicon, 419.5 to 420.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/419.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/419.5

Δρῶσος.8 κατ’ ἔλλειψιν τοῦ ι. οἷον ὑπὸ τοῦ Διὸς σουμένη. διοσσὸς τις οὖσα, καὶ πλεονάσμῳ τοῦ ρ δρόσος. Δρυοῦντος καὶ Δρυσοῦς. πόλεις. Δρύπτα.9 ἃ τ’ ἐφιουληκὲς δρύπτα καὶ τυροῦ δρύ-ψια κυκλιάδων· τούτέστιν ἐλαίας καὶ τύρου ξέ-σματα περιφέρῃ. Δριμεῖα.10 ἡ δριμυτήτη. (Οὐδέτερον.) Δράγματα.11 αἱ ἀπαρχαί. Δράγμα.12 ὅσον περιλαμβάνει τῇ ἀριστερᾷ χειρὶ ὁ ἑρίζων. παρὰ τὸ δράξασθαι, τὸ συλλαμ-βάνειν. οὕτως δραγμὴ καλεῖται τὸ πλήθος τῶν κερμάτων ἤτοι τῶν ὀβολῶν. Δρᾶμα.13 ὑπόκρισις, συσκευή. λέγεται δὲ καὶ τὸ ποίημα καὶ τὸ πρᾶγμα· ἢ λόγος περιέχων ὑπό-θεσιν. παρὰ τὸ δρῶ, τὸ ἐνεργῶ, ἀφ’ οὗ καὶ δρᾶσαι τὸ πράξαι. [ὁ παθητικὸς παρακείμενος δὲ δραμαὶ καὶ ἐξ αὐτοῦ δρᾶμα. λέγεται καὶ δρά-ματα τὰ ὑπὸ τῶν θεατρικῶν μιμηλῶς γινόμε-να, ὡς ἐν ὑποκρίσει· ὡς φησιν Ἀριστοφάνης· 14 ἐπειδὴ ἐν ἱερῷ Ἡράκλεις δεικνύντες, ἔπειτα ἀναστάντες ἐγίνοντο χορός. καὶ τὰ ἐκ κτα-σκευῆς καὶ καπουργίας δρώμενα κατὰ τινος ὑπὸ τινων δράματα λέγονται.] Δραστήριον. τὸ κόσμιον καὶ τὸ ἥσυχον.15 μετὰ τοῦ δραστηρίου αὐτοῦ ἐτέταπτο καὶ τοῦ ἀνδρῶδους. Δρατά. — παρὰ δὲ δρατὰ σώματα16 νῆει. κατὰ μετάθεσιν τοῦ ρ. ὡς φθεῖρω, φθαρτός, [φθαρτή, φθαρτά, οὕτως δεῖρω, δαρτός, δαρτόν καὶ δαρτὰ καὶ καθ’ ὑπερβιασμὸν δρατά, ὡς ὀφίόσπαρτον, ὀφίόσκρατον.] Δρέπανον.17 χωρίον Σικελίας. εἴρηται ἀπὸ τοῦ ἐκεῖσε κείσθαι τὸ δρέπανον, ᾧ ἀπέτεμε καὶ ἀπέ-κοψε τὰ αἰδοῖα τοῦ Οὐρανοῦ ὁ Κρόνος. ἢ ἀπὸ τοῦ σχήματος· δρεπανοειδὴς γὰρ ὁ τόπος. [Δρία βησσήεντα.18 ὄρη σύνδενδρα. οὐκ ἀπὸ τοῦ δρίεα κατὰ συγχοπὴν, ἀλλ’ ὥσπερ ἀπὸ τοῦ μέγαρος μέγαρον γίνεται, οὕτως δρίος δρίον, καὶ ὥσπερ τὸ μῦρον μύρα, οὕτως δρίον δρία.] Δρύινα. ξύλινα καὶ ὡς ἂν τις εἴποι λίθινα· πᾶν γὰρ ξύλον δρὺς καλεῖται. Δρύφακτα.19 περιτειχίσματα, διαφράγματα. Δρίφη.20 ξέσματα. Δρώπα.21 τὰ δρεπτά, ἤτοι τὰ τετρυγημένα, ἢ τὰ δρέπανα. ΔΡΑΞΑΜΕΝΟΣ Δραξαμένος.²² κρατήσας, ἐπιλαβόμενος. Δρᾶν. πράττειν. [Δρᾶ. ἀντὶ τοῦ πράττε.] Δρακάζεις.²³ κρύπτῃ. Δραπετεύσας. Φυγών. τὸ δρᾶ μακρόν. Δράσας. ποιήσας· πράξας.

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
