# Lexicon 430.10-431.5

Pseudo-Zonaras, Lexicon, 430.10 to 431.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/430.10
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/430.10

Ἔασας. ἐχαροποίησας. [— ἐπεὶ με πρῶτον ἔασας.²⁰ παρὰ τὸ ἥσω, τὸ εὐφραίνωμαι, ἥσω, ἥσας καὶ ἐν διαirέσει ἔασας.] Ἔεσται.²¹ κάθηται. [Ἰωνικῶς. δῶ, ἔημι, ἔσμα, ἥμα, ἥται καὶ Ἰωνικῶς ἔαται, καὶ πλεονασμῷ εἶαται. ὡς μέμνηται, μεμνήαται.] Ἐάφθη.²² ἐπηκολούθησεν. [ἔπω, ἔψω, ἐψα, εἶμα, εἶψην, καὶ ἐν διαλύσει ἔαφην, τὸ τρίτον ἔάφθη. ἢ παρὰ τὸ ἔῶ ἔάθη καὶ πλεο- 12. Ἔα δή] A. ἔα δή. νασμῶ τοῦ Φ ἑάφθη. ἡ καὶὰ τὸ ἔπω τὸ ἀκο- λουθῶ εἴφθη, ἢν ἡ ἐπηκολούθησε, καὶ ἐν δια- ρέσει τῆς εἰ διφθόγγου εἰς εα ἑάφθη. ἔστι δὲ καὶ τὸ παθητικὸν μονήρες, καὶ οὐδὲν αὐτῷ ὅμοιον. οὐ γὰρ εἰς ε καὶ ἰ διελύθη οὐδὲ εἰς δύο εε, ἀλλ’ εἰς ε καὶ α.] Τὸ Ε μετὰ τοῦ Β. (Ἀρσενικόν.) Ἐβενος. ὄνομα ξύλου. καὶ ἔβελος. Ἐβιωκαῖοι. ἔθνος. Ἐβουσαῖος καὶ Ἐβούτιος. ὀνόματα κύρια. Ἑβραῖοι. ἀπὸ τοῦ Ἑβερ υἱοῦ Σάλα, ὃς ἐμέρισε τοῖς ἔθνεσι τὴν γῆν. Ἐβρος. ποταμὸς Θράκης. (Θηλυκόν.) Ἐβδομάτη. ἡ ἑβδόμη. [καὶ ἑβδομευόμενα. 23 τοῖς ἀποτεχθεῖσι παιδίοις τὰς ἑβδόμας καὶ τὰς δε- κάτας ἤγουν καὶ τάγε ὀνόματα ἐτίθεντο αὐτοῖς· οἱ μὲν τῇ ἑβδόμῃ, οἱ δὲ, τῇ δεκάτῃ.] Ἐβουρις· Ἐβουδίκη. ὀνόματα πόλεων. (Ῥῆμα.) Ἐβαν.24 ἐπορεύθησαν. Ἐβαρυθύμησαν.25 ἐλυπήθησαν. Ἐβαρυώπησαν.26 ἀσθενεῖς ἐγένοντο τοὺς ὀφθαλ- μούς. Ἐβα με. κατέλαβέ με. Ἀριστοφάνης27 τί χρέος ἔβα με μετὰ τὸν Πασίαν. Ἐβαρύνετο.28 κυριώτερον. οὐ δει γὰρ λέγειν ἐβα- ροῦντο ἢ βαροῦμαγ ἢ βαρούμενος. 25. ἑβαρυθύμησαν] Hesyeh. ἑβαρυθύμησεν ex ΕΒΑΣΤΑΣΕΝ Ἐβάστασεν.29 ἀντὶ τοῦ ἐδοκίμασε. [πάσας δ᾽ ἰδέας ἐζήτησε, πάντα δ᾽ ἐβάστασε Φρενί.] Ἐβασεν.30 ἀντὶ τοῦ ἔκραξεν. Ἐβασον.31 ἔασον, συγχώρησον. οὕτως Συρακοῦ-σιοι καὶ Λάκωνες. γέγονε δὲ κατὰ πλεονασμὸν τοῦ β. τὸ γὰρ ἔασον, ἔβασον· καὶ τὸ ἔαταμ, ἔβαταμ, καὶ τὸ ἔα, ἔβα. Ἐβεβαίωσας.32 ἐφανέρωσας. Ἐβίωσας. ἔζησας.33 Ἐβλω.34 ἔδωκε, διέσπασεν. Ἐβόμβησεν.35 ἠχήσεν. Ἐβουλιμίασαν.36 λίαν ἐπείνασαν. Ἐβόησεν.37 ἐφώνησεν. Ἐβόων. ἔκραζον. Ἐβληχῶντο.38 ἐπὶ τῶν προβάτων λέγουσιν.

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
