# Lexicon 453.16-454.2

Pseudo-Zonaras, Lexicon, 453.16 to 454.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/453.16
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/453.16

τούτου χάριν τὸ ὑπότακτικόν ἔὰν εἰδῶ μετὰ πε- ρισπωμένου τόνου. οἷον — ὅφρ’ εὖ εἰδῶ.34 τοῦ κανόνος ἀναγκάζοντος αὐτὸ βαρύνεσθαι. οὐ γὰρ ἔχει τὴν μετοχὴν εἰς σ μετ’ ὀξείας τάσεως, καὶ διὰ τοῦ ντ κλίνεται, οἷον τυφθεὶς τυφθέν- τος, ἔχὺ τυφθῶ. εἰδώς· γὰρ εἰδότος ἐστίν, οὐκ ὀφείλει ἄρχ περισπᾶσθαι. ἀλλὰ διὰ τὴν ῥη- θεῖσαν αἰτίαν περιεσπᾶσθη.] Εἶδω. τὸ γινώσκω. συντάσσεται δὲ μετὰ αἰτία- τικῆς. Εἶδω. τὸ πτίζω.35 ὁ μέλλων εἶσω. Εἰδώς. ὁ γινώσκων. ἀπὸ τοῦ εἶδω τὸ γινώσκω. Εἰδομένη.36 ὁμοιωθεῖσα. ΕΙΛΛΕΙΝ Εἶεν.37 ταῦτα μὲν οὕτως ἔχουσιν. ἡ αὐτάρκως περὶ τούτων εἴρηται. ἢ ἀντὶ τοῦ, ταῦτα μὲν οὕτως. καλεῖται δὲ τοῦτο ἀπόθεσις τοῦ πρώτου λόγου. Εἶην. γενοίμην, ὑπάρξαιμην. Εἶη. ἀντὶ τοῦ ὑπάρχει.38 Εἴθε. ἀντὶ τοῦ ἄμποτε.39 τὸ εἴθε ὁριστικῷ μᾶλλον ἢ ἀπαρεμφάτῳ συντάσσεται. Ἀριστοφάνης40 εἴθ’ ἐξεκόπην πρῶτος τὸν ὀφθαλμὸν λῖθῳ. καὶ Πλάτων· εἴθ’ ἔγραψεν, ὡς χρὴ πένητι μᾶλλον ἢ πλουσίῳ. [καὶ ὁ ποιητής41 εἴθ’ ὡς ἡβώοιμι —.] εἴθε. ἀπὸ τοῦ εἰ γέγονεν εἴθε. Εἴκειν. ὑποχωρεῖν. Εἴκω. τὸ ὑποτάσσω· τὸ ὁμοιῶ καὶ ὑποχωρῶ. Εἰκαιομυθήσομαι. ματαιολογήσομαι, φλυαρήσομαι.42 † Εἴκαθεν.43 ὑπεχώρει. οἷς εἴκαθεν πῦρ ἄσπετον.† † Εἰκάθειν. εἶκειν. κατὰ παραγωγήν.† Εἰκοτολογήσομαι.44 ἐστοχασμένως εἴπειν. Εἰκονίζειν. χαρακτηρίζειν. Εἰκάζω. ἀπὸ τοῦ εἴκω τὸ ὁμοιῶ *καὶ ὑποχωρῶ.*45 Εἰλαπινάζων.46 εὐωχούμενος. Εἶλεν.47 ἐχειρώσατο, ἐπόρθησεν. Εἴλλειν. εἴργειν, κωλύειν. Ἀριστοφάνης48 μὴ νῦν εἴλλε τὴν γνώμην ἀεί. ἀντὶ τοῦ ἀπόκλειε, ἐφελκε. καὶ αὐθίς49 ἐν ταρσοῖς καλάμου πηλὸν ἐνεῖλλοντες —. ταρσὸς50 δὲ ὁ καλαθίσκος ἢ κοφίνιον. [Εἰλήλου- 51 [Εἰλήλουθας. ἐκ τοῦ ἐλεύθω, ἐλήλυθα, καὶ πλεονασμῷ τοῦ ἰῶτα καὶ ὁ εἰλήλουθα· ἐξ οὗ τὸ πρῶτον τῶν πληθυντικῶν εἰληλούθαμεν καὶ ἐν συγχοπῇ εἰλήλουθμεν.] 52 Εἰληθερούμενος. θερμαινόμενος. τὸ ῥῆμα εἰληθερῶ. ἀπὸ τοῦ εἴλη ἢ θερμασία καὶ τὸ θέρω τὸ θερμαίνω. 53 Εἰληφώς. λαβών. 54 Εἴληφα. ἔλαβον. ἀπὸ τοῦ λήβω τὸ λαμβάνω λέληφα καὶ ἀποβολῇ τοῦ λ ἔληφα καὶ πλεονασμῷ τοῦ ἰ εἴληφα. ὡσαύτως καὶ τὸ εἴληχα 55 ἀπὸ τοῦ λήχω, λέληχα καὶ εἴληχα. [Ἡρωδιανὸς περὶ πάθους.]

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
