# Lexicon 474.23-475.14

Pseudo-Zonaras, Lexicon, 474.23 to 475.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/474.23
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/474.23

Ἐλαφροτάτους.⁵⁰ ἐν ἐπαίνῳ τὸ ὄνομα λέγουσιν οἱ παλαῖοι ἀντὶ τοῦ πρᾳοτάτους κατὰ τὸ ἐναντίον τοῦ βαρυτάτου καὶ φορτικωτάτου. Ἐλάχιστος.⁵¹ παρὰ τῷ εὐαγγελίῳ ὁ ἔσχατος καὶ ἀπερρίμμενος εἰς τὴν γεένναν, ὡς τὸ· ἐλάχιστος κληθήσεται. ἐλάχιστος καὶ ὁ ἐπίγειος πλοῦτος. ὁ πιστὸς ἐν ἐλαχίστῳ. Ἐλαιολόγοι.⁵² οἱ συλλέγοντες τῶν ἐλαίων τοὺς καρπούς. [Ἐλάσσων. ἀπὸ τοῦ ἐλαχὺς, ἐλαχύτερος, ἐλαχίων, ἐλάσσων.] † Ἑλέφας. παρὰ τὸ φύεσθαι ἐν ἄλῃ. † Ἑλέφας. τὸ ζῷον. ἀμετροβίων ἐλεφάντων.⁵³ ἐλέβης τις ὤν· διὰ γὰρ τὸ βάρος ἐν ὕδασιν ἐλῶδεσι τὰς ἐπιβάσεις, τοὔτεστι τὰς ἐπιμύξεις ποιεῖται. ἢ παρὰ τὸ ἐλεφαίρω, ὅ ἐστι βλάπτω. βλαπτικὸν γὰρ τὸ ζῷον. Ἑλεύθερος. ἀπὸ τοῦ ἐλεύθειν ὅπου ἔρῃ. Ἑλεῦος. ἡρήνιος. ἀπὸ τοῦ ε ε λέγειν. Ἑλέγχιστος. ὁ ἐκονεῖδιστος. Ἑλενος.⁵⁴ ὃς συνέγραψε τὸ χειροσκοπικὸν σύγγραμμα. ὡς ὅταν τῆς ἐκτάσεως τῶν χειρῶν τῆς παλάμης ἀπὸ τῶν ῥυτίδων εἴπωμεν παιδοποιεῖ ἢ τι τοιοῦτον. ΕΛΕΟΚΟΠΟΣ Ἐλεοκόπους.55 τοὺς τὰ ἕλη κόπτοντας. οὕτως Λυσίας. τοῦ ε̄ παρεμβεβλημένου, ὡς τὸ ἐλεόθρεπτον σέλινον56 παῤ Ὀμήρῳ. Ἐλέου βωμός.57 Ἐλεών. ὀνόματα πόλεως. Ἐλεάτης. ἀπὸ Ἐλέας τῆς Ἀσίης. Ἐλεγχος. αἰσχύνη καὶ ὁ τὸ πρᾶγμα σαφηνίζων. καὶ ῥῆμα ἐλέγχω πλεονασμῷ τοῦ γ, ἐλεχὸς τις ὢν, ὁ ἕλην58 ἔχων, ὁ ἐστι φῶς, καὶ φωτίζων τὰ πράγματα. Ἐλλεδανός.59 τῶν δραγμάτων ὁ δεσμός. παρὰ τὸ συνελεῖν τὰ δεσμευόμενα. Ἐλεός. ἡ μαγειρικὴ τράπεζα. Ἀριστοφάνης60 ἔχει, κάθελ̓ αὐτοῦ τοὔλεον — καὶ Ὀμηρος61 βάλλον δ̓ εἰν ἐλεοῖσιν — ἔστι δὲ καὶ εἶδος ὄρνέου.62 Ἐλεύθερος.63 ὁ σπουδαῖος μόνος, οἱ δὲ φαῦλοι δοῦλοι. Ἐλεος.64 συμπάθεια συμφορᾶς ἢ ἐκούσιος λύπη ἐπ̓ ἀλλοτρίοις κακοῖς συνισταμένη· ἢ ἢ ἐπὶ τῶν δυσφορούντων ἐπὶ τισιν ἀνιαροῖς ἀγαπητικὴ [συμπάθεια ἢ συν]διάθεσις. Ἕλλην.65 παρὰ τὸ Ἕλλας, ὁ σημαίνει τὴν πόλιν, ἢ παρὰ τὸ ἄλλος Ἕλλην· πλεόν γὰρ τῶν ἄλλων ἐθνῶν ἀλλήλους φιλοῦσιν. ἔστι δὲ καὶ Ἕλλην ὁ φρόνιμος. 56. σέλινον] A. ἕλινον. Iliad. β, v. 776. Ἑλληνικόν66 γ' ἐπένευσαν ἄνδρες οὗτοί. ἀντὶ τοῦ οὕτοι. Ἑλληνισμός. τὰ κα.9' Ἑλληνας διαλέγεσθαι, ὅ

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
