# Lexicon 495.46

Pseudo-Zonaras, Lexicon, 495.46. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/495.46
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/495.46

ἔχει ἐπιτηδειότητα. 11. ἐνέργεια ἰδιώματος] D. ἐνέργεια ἰδίωμα. 12. κτήσεως] A. κλήσεως. τὰς φυσικὰς αὐτῶν ἐνεργείας ὁ ἀληθὴς ἐπίσταται λόγος. οὐδὲν τῶν ὄντων, εἴτε νοερόν ἐστιν, ἀφαιρεῖται θελητικῆς δυνάμεως καὶ ἐνεργείας· εἴτε αἰσθητικόν, τῆς αἰσθητικῆς ἐνεργείας· εἴτε Φυσικόν, αὐξητικῆς καὶ θρεπτικῆς ἐνεργείας· εἴτε παντελῶς ἀψυχον καὶ πάσης ἀμοιρον ζωῆς, - τῆς καθ’ ἑαὐν λεγομένης 14 ἐνεργείας καὶ ἐπιτηδειότητος· ὡς δηλοῦσι πάντα τὰ οὕτως ὄντα, ἀντιληπτικὰ τυγχάνοντα ταῖς τῶν αἰσθητῶν αἰσθήσεσιν· ἐνέργεια γὰρ 15 τῶν τοιούτων τὸ ἐπιπεσεῖν πάντως δράσει διὰ [τῆς] ἰδίας ἐπιφανείας· ἄκοη διὰ πτύπου ὀσφρήσει δι’ ἀτμοῦ τινὸς προσφνοῦς· γεύσει τισὶ χυμοῖς, καὶ ἀφῆ διὰ 16 τῆς ἀντιτυπίας. ὡςπερ γὰρ ἐνέργειαν λέγομεν τῆς ὄψεως τὸ ὁρᾶν, οὕτω καὶ τῶν ἄρωμένων τὸ ὁρᾶσθαι· καὶ τὰ λοιπὰ πάντα κατὰ τὸν αὐτὸν θεωροῦμεν γινόμενα τρόπον. τριχῶς δὲ λέγεται ἡ ἐνέργεια· ἢ τε δύναμις, καθ’ ἣν ἐνεργεῖν πεφύκαμεν, καὶ σχέσις ἢ ἀπὸ τοῦ ἐνεργοῦντος πρὸς τὸ ἐνεργούμενον, καὶ αὐτὸ τὸ ἀποτελούμενον 17 ἤτοι τὸ ἔνέργημα. Ἐνέργειαι εἰσιν, ὡς φησὶ Γρηγόριος ὁ Νύσσης, 18 ἡ Φυσικὴ ἐκάστης οὐσίας δύναμις τε καὶ κίνησις, ἥς μόνον ἐστέρηται τὸ μὴ ὄν· τὸ γὰρ τινὸς οὐσίας μετασχὸν συμμετέχει πάντως καὶ τῆς δηλούσης αὐτὸ ἐνεργείας. ὅρους γὰρ τῶν οὐσιῶν τὰς ἀψευδεῖς 19 αὐτῶν [ἐνεργείας ὁ ἀληθὴς] ἐπίσταται λόγος· νοερῶν ἐνέργειαν τὴν νόησιν· αἰσθητῶν τὴν αἴσθησιν· κινητῶν τὴν κίνησιν· πτηνῶν τὴν πτήσιν· νηκτῶν τὴν νήξιν· βλαστικῶν τὴν βλάστησιν· ἐρπιστικῶν 20 τὴν ἕρψιν· καυστικῶν τὴν καύσιν· ρευστῶν τὴν ρεῦσιν· θεωρητικῶν τὴν ὄρασιν· γεννητικῶν τὴν γέννησιν· καὶ καθολικῶς εἰπεῖν τὸ πάσης Φύσεως σημαντικὸν καὶ ἀφοριστικὸν ἡ ἐνέργεια αὐτῆς ἡ Φυσικὴ κατέστηκεν, ἥς ἀναιρουμένης συνανααιρεῖται πάντως καὶ ἀπόλλυται καὶ ἡ Φύσις· ἀναιρουμένης γὰρ τῆς κλύσεως σβέννυται τὸ πῦρ· ἀναι-

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
