# Lexicon 499.3

Pseudo-Zonaras, Lexicon, 499.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/499.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/499.3

54 Ἑνωσις. διεστώτων πραγμάτων κοινὴ συνδρομή. ἕνωσις δὲ εἴρηται διὰ τὸ εἰς τὸ ἕν ἕσται, τουτέστι συνωθήσαι τὰ πράγματα. πενταχῶς δὲ εἴρηται ἡ ἕνωσις· συγχυτικῶς, ὡς τοῦ οἴνου καὶ τοῦ ὕδατος· διαιρετικῶς, ὡς ἡ ἀνθρώπου πρὸς ἄνθρωπον· σχετικῶς, ὡς τὰ ἕθνη ἐν πίστει· ἑτικῶς, ὡς χρυσὸς πρὸς χρυσόν. ἡ δὲ τοῦ Χριστοῦ ἕνωσις ὑπὲρ πάσας ταύτας καὶ ὑπόστασιν εἴρηται. καὶ ὑπόστασιν δὲ ἕνωσις ἐστὶν ἡ αὐθύπαρκτος ἐν τῇ μήτρᾳ τῆς ἁγίας Θεοτόκου τῶν δύο Φύσεων συνδρομή. οὔτε γὰρ τὸ σῶμα πρὸ τοῦ Θεοῦ λόγου ὑπέστη ἐκεῖ, οὔτε ἡ ψυχή, ἀλλ’ ἅμα σὰρξ ἅμα Θεὸς λόγος ἅμα σὰρξ ἐμψυχος λογική· ἐν ταυτῷ γὰρ ὑπέστη· ὡς καὶ ἡ ἡμετέρα σύλληψις ἅμα μορφωθῆ, αὐθυπαρκτῶς συντρέχει ἡ ψυχὴ καὶ τὸ σῶμα. -οὔτε γὰρ σῶμα καὶ ἑαυτὸ συνίσταται, οὔτε ψυχὴ προϋπάρχει τοῦ σώματος, προτύπωσις οὖσα τῆς ἑνώσεως τοῦ Χριστοῦ.

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
