# Lexicon 510.1

Pseudo-Zonaras, Lexicon, 510.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/510.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/510.1

Ἐνῶρτο.⁷⁹ ἔστιν ὅραν· ὁ μέλλων ὄρσω· ὁ παθη-
τικὸς ὁρῶμαι, ὁ παρατατικὸς ὡρόμην, ὦρου, ὦρε-
το καὶ συγκοπῇ ὦρτο, καὶ ἐνῶρτο ἀντὶ τοῦ διε-
γείρετο.
ἦρτο μὲν⁸⁰ μέγα πῦμα.
Ἐνέκοψεν. ἐνεπόδισεν. ὁ Ἀπόστολος·⁸¹ ἐνέκο-
ψεν ἡμᾶς ὁ σατανᾶς. [τοῦ σατανᾶ λέγει αὐτὸ
ἔργον, κατὰ συγχώρησιν Θεοῦ γεγονός.]
Ἐνδιάζεσθαι. σκιάζεσθαι. τοῦ Ψελλοῦ·⁸² κο-
ρύμβοις ἐνδιάζεσθαι· τὸ σκιάζεσθαι φύλλοις.

Ἐναγχος.⁸³ πρὸ μικροῦ. ἐν τῷ ἐγχιστα χρόνῳ,
τῷ παρεληθότι. παρὰ τὸ ἄγχου. γέγονεν ἄγχος
καὶ ἐν συνθέσει ἐναγχος. ἢ χθές.
Ἐναργῶς.⁸⁴ Φανερῶς.
Ἐναλλάξ.⁸⁵ ὡς παρὰ τὸ μίξω γίνεται μίξ, οὕ-
τως καὶ παρὰ τὸν ἀλλάξω μέλλοντα γίνεται
ἀλλάξ καὶ ἐναλλάξ. ἤγουν ἐνηλλαγμένως.
Ἐναλλάγδην.⁸⁶ συμπεπλεγμένως. παρήγαγε δὲ
τοὺς πρέσβεις εἰς μέσον ἐναλλάγδην τὰ χεῖρε
ὑπὸ τὴν ἰξύν περιεσφιγμένους.
Ἐναρέθρως. ἠκριβωμένως.
Ἐνδελεχῶς. ἐπιμόνως. συνεχῶς.⁸⁷
Ἐνδυκέως.⁸⁸ ἐπιμελῶς.
Ἐνεσθεν.⁸⁹ ὑποκάτωθεν.

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.