# Lexicon 533.32-534.18

Pseudo-Zonaras, Lexicon, 533.32 to 534.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/533.32
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/533.32

Ἐπίβδαι. αἱ μετέωροι ἡμέραι. διὰ τὸ πρὸς ἐπιδεῖξιν ταῖς πρότερον ἡμέραις [γενέσθαι,] ἀλλῆς ἐπιβαινούσης. Ἐπιγουνίδα. τὸ πρὸ τοῦ γόνατος ἄνω σαρκῶδες τοῦ μηροῦ. ἔνιοι δὲ τὴν ἐπωμίδα. Ἐπίγνωσις. ἡ μετὰ τὴν πρώτην γνῶσιν τοῦ πράγματος κατὰ δύναμιν παντελὴς κατανόησις. Ἐπίδοσις. 801 ΕΠΙΔΟΣΙΣ Ἐπίδοσις. ἡ πρὸς τὸ καλὸν αὔξησις. καὶ ἡ προπομπὴ καὶ προσθήκη. λέγεται καὶ ἡ χάρις καὶ ἡ δωρεά. Ἐπιδορατίς. ὁ σίδηρος τοῦ ἀκοντίου. Ἐπιδημία. ἡ συγκατάβασις. Ἐπὶ Δηλίῳ μάχη. τὸ Δήλιον χωρίον ἐστὶ τῆς Βοιωτίας, ἐν ᾧ μαχόμενοι οἱ Ἀθηναῖοι ὑπὸ τῶν Βοιωτῶν ἐνικήθησαν. Ἐπιθυμία. δύναμις ψυχῆς, ὀργῆς ἀφανιστική· ἡ ἐμψύχου πρώτῃ ὀρμὴ πρὸς τι τῶν φιλουμένων. ἡ πόθον τῆς καθ’ ἡδονὴν ἀπολαύσεως· ἡ λύπην ἐπὶ τῷ μὴ κατ’ ἐξουσίαν ὄντι καταθυμία· ἡ τινὰ σχέσιν οὐ μὴ πάρειν ἡ ἀπόλαυσις· ἡ νοερὰ τις τῶν θείων φύσεων ὀρεκτικὴ κίνησις. Ἐπίκληρος. ἡ ἐπὶ παντὶ τῷ κλήρῳ ὀρφανὴ καταλειμμένη, μὴ ὄντος αὐτῇ ἀδελφοῦ· ἡ δὲ αὐτὴ καὶ ἐπίκληριτης. Ἐπίπροικος. ἡ ἐπὶ μέρει τινὶ τοῦ κλήρου· ἡ τε προῖκα ἔχειν ἀδελφοὺς ἔχουσα. Ἐπίδικος. ἡ ἀμφισβητουμένη· ἐπίκληρος τινὶ αὐτὴν χρὴ γαμηθῆναι. Ἐπίδοσιν. αὔξησιν, ἐπὶ ἀρετῆς, ἡ προσθήκην. [Προκόπιος· ὁ δὲ φιλόσοφῶν ἀνεμπόδιστος, εἰς ἐπίδοσιν διετέλει.] Ἐπιθέτους. μὴ πατρίους δόρτας. καὶ Λυσίας ΕΠΙΜΑΧΟΣ ἐπιθέτους ἐπιστολὰς τὰς δοθεῖσας τισιν, ὥστε διακομίσαι. Ἐπὶ καλαάμῃ αἱροῦν.¹¹ ἔθος ἐστὶ τοῖς γεωργοῖς παρ’ ἑνιαυτὸν ἀρχὴν καταλείπειν τὴν γῆν, ὅπως ἀκεραίους ἐκτρέφῃ τοὺς καρπούς. Ἐπικαερπίαις. τὰ κέρδη. Ἐπικαμπῆς τάξις.¹² ἐπάν τὰ μέσα τοῖς πολεμίοις προσπίπτει, τὰ δὲ κέρατα ἐκ τῶν ὀπίσω μερῶν ὀρθία ἐφ’ ἑαυτὴν ἔχει τεταγμένα. Ἐπικηρυκεία.¹³ ἢ ἐκ τῶν πολεμίων φιλία, ἢ τὸ περὶ φιλίας καὶ διὰ λόγων κήρυκας πέμπειν. †καὶ ἐπικηρυκεύεται† διὰ κήρυκος τινὸς συγθήκας τινὰς ἢ πρεσβείας ποιεῖται. Ἐπισύστασις. ἢ ἐπὶ δευτέρου ἐπανόρθωσις. Παῦλος¹⁴ ὁ Ἀπόστολος· ἡ ἐπισύστασίς μου ἡ καθημερινή. Ἐπίκλησιν. ἐπωνυμίαν. Ἐπικαυχάστρια.¹⁵ ἀντὶ τοῦ εἰωθυῖα γελᾶν. ἢ ἡ γελάστρια.

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
