# Lexicon 552.25-553.34

Pseudo-Zonaras, Lexicon, 552.25 to 553.34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/552.25
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/552.25

Ἐπικαλέσας. 21 μεμψάμενος. Ἐπικαλυμμένων. κατηγορουμένων. Ἐπικαλῶν. ἀντὶ τοῦ κατηγορῶν· ἐγκαλῶν. [ἀνεῖλε δὲ τοὺς ἄνδρας, ἄλλο μὲν οὐδὲν ἐπικαλῶν, 22 πλὴν ὅτι σοφῶ τε καὶ ἀρίστῳ τῷ ἄνδρὶ γενέσθην.] Ἐπικέκληται. 23 ἐπικαλεῖται. †Ἐπικηρυκεύεται. 24 διὰ κήρυκος συνθήκας τινὰς ἢ πρεσβείας ποιεῖται.† Ἐπικάγχάζειν. ἀκόσμως γελᾶν. 25 Ἐπικερτομῶ. 26 ὕβριζω, ἐπισκώπτω. ἡ γὰρ ὕβρις τὸ κέαρ καὶ τὴν ψυχὴν τέμνει καὶ κόπτει. κέαρ γὰρ καὶ κὴρ ἢ ψυχή. 839 ΕΠΙΚΕΙΜΕΝΟΤ Ἐπικειμένου. Φαινομένου. ὁ δὲ ζητεῖ τιμὴν τοὺς κεκτημένους τοῦ ἐπικειμένου καρποῦ.27 Ἐπικλαύσωσιν.28 ἐπ’ οἴκτον ἀγάγωσιν. Ἐπικλύσασα. ἐπιδαψιλεύσασα. καταβαλοῦσα. [ἡ οὖν Κλεοπάτρα πολλῷ χρυσῷ ἐπικλύσασα τὸ ἄγαλμα τοῦ Διὸς πρίασθαι.29] Ἐπικνῶ. ἀντὶ τοῦ ἐπίβαλε. [Ἀριστοφάνης30 ἀλλ’ ἐπικνῶ τὸ σίλφιον.] Ἐπικωμάζω. ὀρχεῖσθαι, ἢ λαλῆσαι αἰσχρῶς. πολλαῖς ταῖς ἐκκλησίαις ἐπεκώμασαν ταραχαί.31 Ἐπικράνω.32 τῇ κεφαλῇ κατανεῦσαι. καὶ ἀντὶ τοῦ τελειῶσαι. Ἐπικρεμάσας. [ἐπενεγκών. οἱς δ’ ἄμα ἀνατα-θεὶς καὶ τὸν ἐξ αὐτοῦ φόβον ἐπικρεμάσας.33] Ἐπικυκλήσω.34 ἐπεισαγαγεῖν. Ἐπιλαμβάνεσθαι.35 μέμφεσθαι. μὴ ὀνειδιστι-κῶς ἐπιλαμβάνεσθαι [τῶν βάρβαρον ἢ σόλοι-κον ἢ ἀπηχὲς τι προσενεγκαμένων.] Ἐπιλέγει. πρὸς τοὺς προειρημένους φησίν. Ἐπιλεξάμενος. ἀντὶ τοῦ ἀναμετρήσας, ἀναλο-γισάμενος. [ὁ δὲ Ἡρακλῆς τὸν ἀριθμὸν τῶν βοῶν ἐπιλεξάμενος.36] Ἐπιλλίζω. τὸ διανεύω. [οὐκ ἀτεῖς, ὡς μοι ἐπιλλίζουσιν Ἀχαιοί.” ἀπὸ τοῦ τοὺς ὀφθαλμοὺς ἐπιλλεῖν διανευόντας. ἐξ οὗ καὶ ἰλλάδες38 οἱ συνεστραμμένοι ἱμάντες. καὶ ἐπιλλίζουσα ἀντὶ τοῦ ἐπεγγελῶσα ἢ ἐπι- μύουσα τοὺς ὀφθαλμούς· ὅπερ ἴδιον ἐστὶ τῶν γλαυκῶν διὰ τὸ μὴ ἐπιβλέπειν δι’ ἡμέρας.] Ἐπιλύομένου.39 συγχωροῦντος. Ἐπιμαχεῖν. δυνάμενος πολεμεῖν, ἢ βοηθεῖν.40 Ἐπιμελόμενος καὶ ἐπιμελούμενος. Φροντίδος καὶ σπουδῆς ἀξίων.41 Ἐπιμετροῖ σης. ἐπιχορηγοῦσης. [ὡς ἐπιμετρού- σης42 καὶ συναγωνιζομένης τοῖς γεγενοῖσι τῆς τύχης.] Ἐπινενασμένας. πεπληρωμένας. [Ἀριστοφάνης43 ὡς αἱ τράπεζαί γ’ εἰσὶν ἐπινενασμέναι ἀγαθῶν πάντων καὶ πρασσκευασμέναι.] Ἐπινεννησμένον. κεκλωσμένον. [καὶ ἐπινησθεῖ- σαν44 διαλύσω.] Ἐπινήσαντες. σωρεύσαντες. [Φρύγανα πρὸ τοῦ τείχους συγχομισάμενοι καὶ παντοδαπὸν Φορυ- τὸν καὶ ἐπινήσαντες κόπρον πῦρ ἐπέβαλον.45] 37. ἐπιλλίζουσιν Ἀχαιοί] Odys. σ, v. 11. οὐκ ἀτεῖς, ὡς δή μοι ἐπιλλίζουσιν ἀπαντες. Eustath.

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
