# Lexicon 599.16

Pseudo-Zonaras, Lexicon, 599.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/599.16
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/599.16

Ἐφόλκια. τὰ μικρὰ πλοῖα. Ἐφόδια. τὰ ἀρμόζοντα τῇ ὁδῷ ἀναλώματα. Ἐφοῦδ.57 τὸ μὲν [ὄνομα αὐτοῦ] ἐρμηνευόμενον δήλωσιν ἢ λύτρωσιν58 σημαίνει, τὸ δὲ εἶδος αὐτοῦ σπιθαμιχῖον ἢν ὑφασμα, δίμην περιστηθίου ἐκ χρυσοῦ ἤμου τέχνης ποικίλης πεποιημένον· καὶ ἐν μὲν τῷ μέσῳ εἶχεν ὡςπερ ἀστέρα ὁλόχρυσον, ἐκατέρωθεν δὲ αὐτοῦ δύο σμαράγδους ἔχοντας ἀνὰ ἕξ τούς δώδεκα Φυλὰς τοῦ Ἰσραὴλ, ἐν δὲ τῷ μεταξὺ τῶν σμαράγδων λίθον ἀδάμαντα. ἡνίκα γοῦν ἔμελλεν ὁ ἱερεὺς ἐρωτᾶν τὸν Θεὸν περὶ τινὸς κεφαλίου, ἐδέσμευ αὐτὸ ἐν τῇ ἐπωμίδι κατὰ τὸ μέσον τοῦ στέρνου καὶ ὑπετίθει τὰς χεῖρας αὐτοῦ ὑποκάτωθεν, καὶ εὑρίσκετο ἐν ταῖς παλάμαις αὐτοῦ ἐξηπλωμένον ὡςπερ πυξίον, καὶ ἀποβλέπων εἰς τὸν ἐφοῦδ ἠρώτα τὸν Θεὸν τὸ ἔρώτημα. καὶ εἰ μὲν ἀρεστὸν ἦν τῷ Θεῷ τὸ ἔρώτημα, εὐθέως ἐστραπτεν ὁ ἀδάμας λίθος καὶ ἐφεγγοβόλει ἀκτῖνας ἐμπέμπων· εἰ δὲ οὐκ ἦν εὐάρεστον, ἐμενεν ἐν59 τῇ ἰδίᾳ τάξει ὁ λίθος. εἰ δὲ ἔμελλεν ὁ Θεὸς εἰς μάχαιραν παραδιδόναι τὸν λαόν, ἐγένετο αἱματώδης. εἰ δὲ θανατικόν60 ἔμελλε, ἐγένετο μέλας.

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
