# Lexicon 610.5-611.2

Pseudo-Zonaras, Lexicon, 610.5 to 611.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/610.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/610.5

Ζέφυρος. 55 ὁ εὐκραὴς καὶ γαληνὸς ἄνεμος. καὶ οἶον εἰ ζωηφόρος τις ὧν ὁ ἀπὸ δυσμῶν πνέων. ὁ τὰ πρὸς ζωὴν φέρων, ἐπειδὴ τὰ φυτὰ κυίσκειν ποιεῖ. Ζεφυρίη πνεῖουσα τὰ μὲν φύει, ἄλλα δὲ κέσσει. ἡ παρὰ τὸν ζόφον, ζόφυρος καὶ Ζέφυρος· ἐπ γὰρ τοῦ ζόφου βέει. ζόφος δὲ καλεῖται ἡ δύσις. οὗτος δὲ καὶ λίψ καλεῖται.] Ζεβεδαιῶς. ὁ τοῦ Ἰωάννου καὶ Ἰακώβου τῶν ἀποστόλων πατὴρ, ὃς ἐν ἀπιστίᾳ ἐμεινεν. (Θηλυκόν.) Ζειά. εἶδος σπέρματος, ἢ ὀλύρα ἢ αἱ κριθαί. [ἀπὸ τοῦ ζέω ζεῶ καὶ ζειῶ.⁵⁷ αἱ τοῦ ζῆν αἰτία.] Ζεῖδωρος.⁵⁸ ἡ ἀρόσιμος γῆ. ἡ δαρουμένη τὰ πρὸς τὸ ζῆν. [κατὰ τροπὴν τοῦ ἡ εἰς τὴν αἱ διφθογγον. ὡς οὕτησιν, ὠτειλή. καὶ ὡς παρὰ τὸ πέπαισται καυτηρὸς καὶ καυστειρός. ἢ παρὰ τὰς ζειὰς ζειόδωρος. ἢ παρὰ τὸ ζέω, ζέει, ζεόδωρος καὶ ἐν συναирέσει ζεῖδωρος.] Ζειρά.⁵⁹ ἡ ζώνη, ἢ χιτῶν μέχρι τῶν ποδῶν διήκων. [ἢ ζειρὰς τὰς χλαμύδας λέγουσι τινές. ἢ χιτῶνας ἀνακεκωλαμένους,⁶⁰ ἢ ἀνακώλους,⁶¹ ἢ μίτρας. οὕτως Ἡρόδοτος.⁶²] Ζέλειαι.⁶³ πόλις ἀπὸ Ζέλου τινὸς ὀνομασμένη, ἢ διὰ τὸ τὸν ἥλιον ἐν αὐτῇ λίαν εὐσεβείσθαι. Ζεῦγλη.⁶⁴ τὸ ἄκρον τοῦ ζυγοῦ. παρὰ τὸ ζεύγω, ζεῦγλη. [ὡς αἴξω, αἴγλη μετὰ συναирέσεως.] Ζευξιδία.⁶⁵ ἡ Ἥρα. Ζεφυρία.⁶⁶ πνοὴ ἢ τοῦ ζεφύρου. [καὶ ζεφύριον πνεῦμα.] (Οὐδέτερον.) [Ζευγήσιον.⁶⁷ τὸ τοῦ ζευγίτου τέλος. ζευγίσιον δὲ, τόπος, ἵππα.] Ζεῦγμα.⁶⁸ οὐ τὸ σχοινίον, ἀλλ’ ἡ ἐζευγμένη σχαδία ἐν ποταμῷ ἢ ἐν θαλάσσῃ, ἢ ἡ τοῦ ποτα- μοῦ διάβασις ἢ γέφυρα. [ζεύγνυται δὲ Ῥωμαίοις ἀκονώτατα τῶν ποταμῶν τὰ ῥεύματα· ἐπὶ τε Ἴστρῳ καὶ Ῥήνῳ καὶ Εὐφράτῃ.] Ζεῦγμα καὶ ὄνομα τόπου. Ζεύγος. παρὰ τὸ ζεύγω. ὡς τεύχω τεῦχος. Ζεῖ. ἀντὶ τοῦ βράζει· διφθόγγον. [ὥσπερ καὶ ῥεῖ ἀντὶ τοῦ ῥέει, καὶ πλεῖ ἀντὶ τοῦ πλέει, καὶ πνεῖ ἀντὶ τοῦ πνέει, κατὰ συναίρεσιν.]

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
