# Lexicon 614.46-615.21

Pseudo-Zonaras, Lexicon, 614.46 to 615.21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/614.46
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/614.46

ἐφ’ ἅμαξῶν ἐπισκευάσαι καὶ διαλαχόντας τὰς ἅμάξας κομίζειν, ὥστὶ περ ἂν αὐτοὶ πορεύωνται, ἵνα, ὅπη καιρὸς εἴη, διαλαμβάνοιεν ἕκαστοι τὰ ἅξια. Suidas, qui (ῥῆμα.) Ζυγοφορούμενα.⁴⁷ ἐν ζυγῷ σταθμιζόμενα. Ζυγομαχεῖν.⁴⁸ τὸ τοῖς οἰκείοις διαφέρεσθαι ἢ στασιάζειν ἢ μάχεσθαι. μετήκτοι ἢ λέξις ἀπὸ τῆς τῶν βοῶν πρὸς ἀλλήλους μάχης. Ζυγεῖν.⁴⁹ τὸ ἐπ’ εὐθείας κεῖσθαι τῷ κατὰ βάθος στίχῳ. τοῦτο γὰρ καὶ κυρίως λέγεται στίχος. Ζυγώθησον.⁵⁰ συνάρμοσον. σύμπηξον.⁵¹ ἴσωσον. ζυγοστάτησον. ἀναζυγοῦν δὲ τὸ ἐξωθεν ἀνοίγειν τὴν θύραν. Ζυγῶσαι. τὸ ζεύξαι. [ζυγώσας εὐσθενεστάτῳ.⁵² δράσει ταύρους.] Ζυγάδην. συνεζευγμένως. Τὸ Ζ μετὰ τοῦ Ω. (ἄρθρον.) Ζωηρός. ὁ ζῶν, ἢ ὁ παρέχων ζωήν. Ζωίλος.⁵³ οὗτος Ἀμφικολίτης ἐστί· πόλις δὲ Μακεδονίας Ἀμφίπολις. οὗτος ὁ Ζωίλος ἐπεκλήθη ὀμηρομάστιξ, ὅτι ἐπέσκωπτε τὸν Ὅμηρον. Ζωμὸς μέλας. ἡ λεγομένη αἱματίς. κυρίως δὲ ζωμὸς τὸ ἐπὶ τοῖς κρέασιν τῶν ζῴων ἄρτυμα. Ζωροπότομ. ἀκρατοπότομ. Ζωρσάστης: ἀστρόνομος. [αὐτὸς ἐπὶ Νίνου βασιλέως Ἀσσυρίων ἦν· ὅστις ἠύξατο ὑπὸ πυρὸς οὐρανοῦ τελευτῆσαι, παρεγγυήσας Ἀσσυρίοις τὴν τέφραν αὐτοῦ φυλάττειν· οὕτω γὰρ αὐτοῖς ἡ βασιλεία οὐκ ἐκλείψει διαπαντός. ὅπερ μέχρι σὺν πεφυλάπται παρ’ αὐτοῖς.] Ζωρομαίδης. Χαλδαῖος σοφός, ὃς ἔγραψε μαθηματικὰ καὶ φυσικά. Ζωσιμάς· Ζώσιμος. ὀνόματα κύρια. Ζωστής. ᾧ ἐπάνω τοῦ ἱμάτιος χρώνται. (Θηλυκόν.) Ζωβία, κύριον. Ζωή. συμπλοκὴ ψυχῆς μετὰ σώματος ἢ παραστήρησις καὶ μονὴ τῶν ὄντων. καὶ ἡ κτῆσις μόνη τῶν ὄντων, καὶ ἡ κτῆσις καὶ ἡ οὐσία, ἢ ζωὴ ἐστιν ἢ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι δημιουργία τοῦ κτίσαντος· ἢ ἀληθῶς ἀρετὴ ἐπούσιος γενομένη· ἢ σύστασις τοῦ ζῴου [θανάτου] ἀπει- 54. αἱματίς] Leg. αἱματία aut αἱματιώτις. ΖΩΜΗΡΤΣΙΣ ραστός· ἢ τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὴν παροῦσαν ζωὴν ἐληλυθός. διαφέρει δὲ ζωὴ ψυχῆς· ζῇ γὰρ καὶ τὰ φυτά.

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
