# Lexicon 82.3-12

Pseudo-Zonaras, Lexicon, 82.3 to 82.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/82.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/82.3

Ἄγαλμα. τὸ τοῦ θεοῦ ὁμοίωμα. ἀπὸ τοῦ ἀγάλλω τὸ τιμῶ. ἀνδριᾶς τις ἐπ’ ἀνθρώπων ἀπὸ χαλκοῦ ἢ ξύλων ἢ λίθων ἢ τοιούτων τινῶν κατεσκευασμένος. εἴδωλα δὲ τὰ φαινόμενα ἐν ταῖς ἐρημίαις νυκτὸς ἢ μεσημέραν φαντάσματα. στηλαὶ δὲ κυβοειδεῖς λίθοι, ἐπιγράμματα τινῶν φέροντες. συντεθειμένα, ἐκ διαφόρων ἐξαρισθείσαι καὶ λογογέφρων. Ἄγαλλω. τὸ τιμῶ καὶ κοσμῶ. ὁ μέλλων ἀγαλῶ ὁ ἀόριστος ἠγηλα. ἀφ’ οὗ ἄγαλμα ἢ εἰκὼν ἀπὸ τοῦ ἀγάλλω, τὸ ἀγαλλίασιν ἐμποιοῦν. ἄγαλμα καὶ ὁ καλλωπισμὸς καὶ τὸ ἀνάθημα. ἀγάλλωμαγ δὲ παθητικῶς τὸ χαίρω. τὸ Ἄγειν ἐπὶ ἐμψύχων λέγεται. τὸ φέρειν δὲ ἐπὶ ἀψύχων. ἄγεται δὲ ὁ ἀνὴρ γυναικα, ὅπερ ἐπὶ γυναικὸς οὐ λέγεται. προσάγεται δὲ τις τινά· ἤγουν ἔλκει. ἄγει ἡ θάλασσα γαλήνην, ἤγουν ἔχει. καὶ ἄγει ἑορτὴν τόδε τὸ ἕθνος, ἤγουν τελεῖ. καὶ ποίας ἡμέρας δοκεῖς μ’ ἄγειν παρὰ Σοφοκλεῖ, ἀντὶ τοῦ διάγειν, ἤγουν διαβιβάζειν. καὶ ἄγω τινὰ εἰς δουλείαν, ἤγουν καθέλκω καὶ ἐνάγω. καὶ ἐνάγω τὸ ἐρεθίζω. καὶ τοὺς νόμους μεγάλους ἄγω ἀντὶ τοῦ ἠγοῦμαι. ἐξάγω, οὐ τὸ ἐναντίον εἰσάγω. συνάγω· τὸ τὰ διερημένα συνάπτω. προσάγω· τὸ προσφέρω. προσάγομαι δὲ τινὰ ἀντὶ τοῦ ἕλκω. προάγω τινά, ἤγουσιν προφθάνω· προάγομαι δὲ τὸ εἰς ἀνάγκην καθίσταμαι τόδε τι ποιεῖν ἢ λέγειν. ἀνάγω τὴν ναῦν ἐπὶ ἀναπλεύσεως, οὐ τὸ ἐναντίον κατάγω, ὅταν τῷ λιμένι προσίσχῃ. κατάγω καὶ ἐπὶ ἐλαττώσεως μεγέθους ἀξιωμάτων καὶ καταιρέσεως, οὐ τὸ ἐναντίον κατάγώ. ἀνάγομαι δὲ παθητικῶς τὸ ἀναπλέω. ἤτοι τὸ

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
