# Lexicon 83.1

Pseudo-Zonaras, Lexicon, 83.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/83.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/83.1

ἐκ λιμένος εἰς πέλαγος κλέω, οὐ τὸ ἐναυτίλον κατάγομαι. λέγεται δὲ τὸ κατάγομαι καὶ ἐπὶ τοῦ καταγωγίου ἀντὶ τοῦ καταλύω. διάγω· τὸ διατρίβω. μετάγω· τὸ μετατίθημι. παράγω· τὸ παριὼν φαίνομαι. παράγεται καὶ περὶ τῆς γραμματικῆς λέξεως ἐκλέξεως. καὶ παράγεται τὸ ἀκατάταξ. ἐπάγω καὶ τὸ ἐπάγομαι. ἥτοι ἐπισύρω καὶ ἐφίλκομαι. λέγεται δὲ τὸ μὲν ἐπάγω ἀντὶ ταῦ τοῖς προτέροις ἐπιφέρω ἕτερον. τὸ δὲ ἐπάγομαι λέγεται ἐπὶ τῶν ὑμπροσθεν ἐρχομένων, καὶ ἐλθόντων τι δεδεμένον ὀπίσθεν αὐτῶν. περιάγω τὴν πομπήν, ἀντὶ τοῦ καταφανῆ ποιῶ. ἀπάγω· τὸ μακρὰν ποιῶ ἵστασθαι. ὑπάγω· τὸ προάγω καὶ τὸ ὑπὸ ζυγὸν ἄγω. ἄγω οὖν ὁ ἐνεστώς· ὁ παρατατικὸς ἤγον· ἄξω μέλλων· ἤγηχα παρακείμενος· ἤγαγον δεύτερος ἀόριστος. ἄγομαι ὑπὸ τινος καὶ ἐπὶ παθητικῆς σημειώσεως τοῦ ἐνεργητικοῦ· ἄχθήσομαι δὲ ἐπὶ πάθους· ἤγάγομεν δεύτερος ἀόριστος ἐπὶ ἐνεργείας· ἤχθην δὲ ἐπὶ πάθους. Ἄγγελία τινὸς λέγεται, ἣν ἀγγέλλει τις περὶ τινος ὑπ’ ἐκείνου πεμφθεῖς· καὶ ἣν εἴποι τις περὶ ἐκείνου οὐ πεμφθεὶς ὑπ’ αὐτοῦ. Ἄγελὴ λέγεται, ὅταν ὁμοῦ πολλὰ πρόβατα βόσκῃται, ἢ πολλοὶ χοῖροι ἢ βόες ἢ τοιοῦτό τι· ἀφ’ ὧν λέγεται ὁ ἀπελάτης. ἀπελάτης γὰρ ὁ μετὰ ξίφους ἀπελαίνων ἀγέλην ζῴων. ἀπὸ τοῦ ἀγέλη ἀγελαιῶν ζῴων τὸ τῆς ἀγέλης. καὶ ἀγελαῖος ἄνθρωπος ὁ τοῦ πλήθους καὶ χυδαῖος. καὶ ἀγεληδὸν ἐπίρρημα ἀντὶ τοῦ κατὰ ἀγέλας διὰ τοῦ η. ἐκεῖ ἀπὸ τοῦ ἀγέλη παράγεται. ὡς βοτρυδὸν διὰ τοῦ υ φιλεῦ ἀπὸ τοῦ βότρυς. ἀντὶ τοῦ κατὰ τὴν πυκνότητα τῶν ἐν τῇ βότρυϊ ῥαγῶν. καὶ ἰλαδὸν ἀντὶ τοῦ κατὰ Ἰλας καὶ ἕτερα. Ἄγορά. τὸ συνηθροισμένον πλήθος καὶ ὁ τόπος, ἐν ᾧ συναθροίζονται. καὶ ὁ τόπος, ἐν ᾧ πωλεῖται τὰ ὄνια. ἀφ’ οὗ καὶ ἀγοράζειν τὸ ἐν τῇ ἀγορᾷ διατρίβειν, καὶ τὸ ὠνεῖσθαι. καὶ ἀγοραῖος ὁ χυδαῖος ἄνθρωπος. καὶ ὁ ἐν ἀγορᾷ τιμώμενος. ἀγόραιος δὲ ὁ κακὸς καὶ ἐν ἀγορᾷ τεθραμμένος. καὶ ἀγορανόμος ὁ τῆς ἀγορᾶς ἐπιμελούμενος, ὅπως δικαίως πωλοῖντο τὰ ὄνια. καὶ ἀγορανομῶ ῥῆμα μετὰ γενικῆς συντάττεται. ὡς τὸ· ἀγορανομῶν Σέλευκος τῶν Ῥωμαίων ἐτελεύτη-

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
