# Lexicon 85.5

Pseudo-Zonaras, Lexicon, 85.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/85.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/85.5

καὶ τιμιώτατα. τῶν ἔργων τὰ μὲν ἤδη καιρῶρούμενος. ἀνθαιρούμαι τὸ ἕτερον ἀνθ’ ἑτέρου προκείνω. . . . . [forte add. γενικῇ.] ἀνθαιρούμαι ζωῆς θάνατον. ἀφαιρούμαι τὸ ἀποστερῶ καὶ ζημιῶ. διπλῶς συντασσόμενον, οἷον· ἀφαιρεῖται τὸν ἄνθρωπον τῆς οὐσίας. καὶ· ἀφαρεῖται τὴν οὐσίαν. τὸν ἄνθρωπον. οὗ ὁ παρακείμενος ἀφήρημαι, ἀφάρησα, ἐπὶ πάθους καὶ ἐνεργείας λαμβανόμενον, ὥσπερ τὸ εἴργωσμαι καὶ ἔωνημαι καὶ ἀφεῖμαι· μέσοι γὰρ οὕτοι παρακείμενοι. ἔστι δὲ μέσος ὁ πάθος καὶ ἐνέργειαν παριστῶν. ἀφήρημαι γὰρ ἀντὶ τοῦ ἐστερήθην καὶ ἐστέρησα. συντάσσεται δὲ τὸ ἀφῆρημαι γενικῇ καὶ αἰτιατικῇ. καὶ γενικῇ μὲν, ὅτε μὴ ἔχων πράγμα τι, δυνάμενος δὲ τοῦτο κτήσασθαι, ἀμελήσας οὐ λάβω. οἷον ἀφῆρημαι λόγων, ἀφῆρημαι παιδείας. ταῦτα γὰρ οὐκ εἶχον, τὸν λόγον φημὶ καὶ τὴν παιδείαν. δυνατὸν δὲ μοι κτήσασθαι αὐτόν. καὶ διότι ἠμέλησα, οὐκ ἔλαβον. εἰς τοιαῦτα οὖν συντάττεται γενικῇ, ὡς προείπομεν. ὅταν δὲ ἔχω καὶ στερηθῶ τοῦτου, τότε τὸ ἀφῆρημαι συνταχθῆν αἰτιατικῇ. οἷον ἀφῆρημαι τὸ ἱμάτιον. ὑφαιρούμαι, τὸ πλέκτω. [περιαρρεῖν, τὸ ἐξαρτᾶν καὶ ἐκκρεμῆν. περιαρρεῖσθαι δὲ ἐπὶ πάθους. ταυτὸν τοῦ καταρεῖσθαι. διαιρῶ τὸ τέμνω καὶ διαιρεῖσθαι τὸ παθητικόν. ἐξαιρεῖσθαι τὸ ἐλευθεροῦν. οἷον ἐξαιρούμαι σε κινδύνων. συναρρεῖσθαι τὸ συνάγεσθαι καὶ ἐν γίνεσθαι, ὅθεν καὶ τὸ συναλεῖν. προαιρεῖσθαι τὸ προσλαμβάνειν καὶ προεσθῆσθαι, οἷον· ὁ δεῖνα ἄρχας προαιρεῖται καὶ τὸν δεῖνα συνάρχειν. προαιρεῖσθαι τὸ προκρίνειν καὶ προβάλλειν, οἷον· προαιρεῖται τῶν βιβλίων τὰ κάλλιστα. ἐξαιρεῖσθαι τὸ ἐλευθεροῦν.]

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
