# Lexicon 87.8

Pseudo-Zonaras, Lexicon, 87.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/87.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/87.8

ἐλευθεροῦσθαι. ὑπαλλάττειν τὸ, τὸ μὴ κύριον ἀντὶ τοῦ κυρίου λέγειν, καὶ ἀπλῶς τὸ ἕτερον ἀντ’ ἑτέρου εἰσάγειν. ὁ Ἀλλὰ σύνδεσμος ἐνίοτε μὲν ἐστι συμπλεκτικός καὶ λέγεται ἐπὶ ἀναίρεσις ἑνὸς καὶ συστάσει ἑτέρου, οἷον οὐκ ἔστι τόδε, ἀλλὰ τόδε. ἔστι δὲ ὅτε καίτοι καὶ ὅπου ἐφ’ ἑτέρου ἕτεραν ἐπάγεται, χωρὶς τῆς ἑτέρου ἀναίρεσεως, οἷον ἔστι τόδε, ἀλλὰ καὶ τόδε. καὶ ἀπλῶς ἐπὶ τῶν ἄλλως γινομένων, ὡς ἔχει τὸ ἀσπίδα Φρύγον καὶ λαδικέας ἀλλὰ τὰς πινακίδας εὐθάλιος ὁ λαδικεύς ἔχει λαβών. ἐνίοτε δὲ ἐστι συλλογιστικὸν καὶ λέγεται ἐπὶ βεβαιώσει τινὸς πράγματος, ὡς τὸ ἀλλ’ ἢ μέμηνας. καὶ ἀλλὰ μὴν τόδε ἐστίν. Ἀλῶμαι. τὸ πλανῶμαι. ἀφ’ οὗ καὶ ἄλη ἢ πλάνη. καὶ ἀλύειν τὸ ἐν τινὶ χρεῖᾳ γινόμενον τινὰ ἀπορεῖν. καὶ ἀλύουσα κόμη, ἡ ἀποτακτοῦσα καὶ πλανωμένη. Ἀλογία. ἡ τοῦ λόγου στέρησις καὶ ἡ ἀφροντησία. Ἀλουροῦν χρῶμα τὸ πορφυροῦν. ἄλουργις δὲ ἄλουργίδος τὸ πορφυροῦν ἱμάτιον. ἄλουργὲς δὲ τὸ πορφυροῦν ἀπλῶς, εἴτε ἕνδυμα, εἴτε ἰστίον· εἴη, εἴτε ἄλλό τι. καὶ ἐστι τριγενές· οἷον ὁ ἄλουργὴς, ἡ ἄλουργὴς, τὸ ἄλουργές. τὰ αὐτὰ τῷ ὁ πορφυροῦς, ἡ πορφυρά, καὶ τὸ πορφυροῦν. ὥστε ταῦτα μὲν ὡς ἐπίθετα λέγεται τὴν ποιότητα μόνον δηλοῦντα τοῦ χρώματος· οἷον χιτῶν ἄλουργὴς· ἐσθὴς ἄλουργὴς· ἢ χλαμὺς ἢ τι τοιούτον. ὥσπερ μέλας χιτῶν καὶ μέλαινα ἐσθὴς καὶ μέλαν ἱμάτιον. ἄλουργις δὲ καὶ πορφυρὶς ὁμοῦ δηλοῦσι τὸ τε ἕνδυμα καὶ τὴν ποιότητα τοῦ χρώματος. τὸ Ἄλις ἐνίοτε μὲν ἔχει προσκείμενον τὸ ἔχει ῥήμα, καὶ λαμβάνει γενικὴν, προσακολουθομένου τοῦ ἕνεκα, κατὰ τὸν λόγον τῶν ἄλλων ἐπιρρήμάτων, ἃ μετὰ ῥήματος λεγόμενα γενικὴν ἀπαλτεῖ, προσακολουθομένου αὐτοῦ, ὅτε ἐντελῶς ἔχει τὴν σύνταξιν. οἷον ἄλις ἔχω δακρύων. ἐνίοτε δὲ ἔχει ἕξωθεν τὸ ἔχει συνυπακουόμενον, καὶ λέγεται ἢ μετὰ εὐθείας μόνης· ἄλις κόρης ἐκεῖνης θάνατος· ἀντὶ τοῦ· ἱκανῶς ἔχει ὁ θάνατος δηλούντι τῆς ἐκείνης κόρης. ἢ μετὰ γενικῆς, ὅτε καὶ τὸ πρᾶγμα συνυπακούεται. οἷον· ἄλις τῶν δακρύων· ἥγουν ἱκανῶς ἔχει τὸ πρᾶγμα ἕνεκα τῶν δακρύων. καὶ ἀμφότερα δὲ ἐν χρήσει. ἢ δὲ αἰτία ἐνίοτε μὲν λέγεσθαι μετὰ εὐθείας, ἐνίοτε δὲ μετὰ γενικῆς, ὅτι ἐντελὲς λεγόμενον

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
