# Fragmentum 1

Pyrgion, Fragmentum, Dfhg-Source dfhg4_PYRGION. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pyrgion/fragmentum/1

Πυργίων δ ̓ ἐν τρίτῳ Κρητικῶν Νομίμων «Ἐν τοῖς συσσιτίοις (φησὶν) οἱ Κρῆτες καθήμενοι εὐσιτοῦσι·» καὶ ὅτι ἀβαμβάκευτα τοῖς ὀρφανοῖς παρατίθεται· καὶ ὅτι οἱ νεώτατοι αὐτῶν ἐφεστᾶσι διακονοῦντες· καὶ ὅτι μετ ̓ εὐφημίας σπείσαντες τοῖς θεοῖς μερίζουσι τῶν παρατιθεμένων ἅπασιν· ἀπονέμουσι δὲ καὶ τοῖς υἱοῖς, κατὰ τὸν θᾶκον τοῦ πατρὸς ὑφιζάνουσιν, ἐξ ἡμισείας τῶν τοῖς ἀνδράσι παρατιθεμένων. Τοὺς δ ̓ ὀρφανοὺς ἰσομερεῖς εἶναι· παρατίθεται δ ̓ αὐτοῖς ἀβαμβάκευτα τῇ κράσει καθ ̓ ἕκαστα τῶν νενομισμένων. Ἦσαν δὲ καὶ ξενικοὶ θᾶκοι καὶ τράπεζα τρίτη δεξιᾶς εἰσιόντων εἰς τὰ ἀνδρεῖα· ἣν ξενίου τε Διὸς ξενίαν τε προσηγόρευον.

---

PYRGION, Fragmentum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1648.tlg002.local002/.
