Ancient Greek
α′. Πυθαγόρας Ἀναξιμένει.
Pythagoras Phil., Epistulae α′. Πυθαγόρας Ἀναξιμένει.
Not analysed yet
Καὶ σύ, ὦ λῷστε, εἰ μηδὲν ἀμείνων ἦς Πυθαγόρεω γενεήν τε καὶ κλέος, μεταναστὰς ἂν οἴχεο ἐκ Μιλήτου· νῦν δὲ κατερύκει σε ἡ πατρόθεν εὔκλεια, καὶ ἐμὲ δὲ ἂν κατείρυκεν Ἀναξιμένει ἐοικότα. εἰ δὲ ὑμεῖς οἱ ὀνήιστοι τὰς πόλιας ἐκλείψετε, ἀπὸ μὲν αὐτέων ὁ κόσμος αἱρεθήσεται, ἐπικινδυνότερα δ’ αὐτῇσι τὰ ἐκ Μήδων. οὔτε δὲ αἰεὶ καλὸν αἰθερολογεῖν, μελεδωνόν τε εἶναι τῇ πατρίδι κάλλιον. καὶ ἐγὼ δὲ οὐ πάντα περὶ τοὺς ἐμεωυτοῦ μύθους, ἀλλὰ καὶ ἐν πολέμοις, οὓς διαφέρουσι εἰς ἀλλήλους Ἰταλιῶται.