# Epistulae β′. Πυθαγόρας Ἱέρωνι.

Pythagoras, Epistulae, β′. Πυθαγόρας Ἱέρωνι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pythagoras-phil/epistulae/%CE%B2%E2%80%B2.%20%CE%A0%CF%85%CE%B8%CE%B1%CE%B3%CF%8C%CF%81%CE%B1%CF%82%20%E1%BC%B9%CE%AD%CF%81%CF%89%CE%BD%CE%B9.

Ἀσφαλὴς ὁ ἐμὸς βίος καὶ ἡσύχιος, ὁ δὲ σὸς κατ’ οὐδὲν ἐμοὶ προσπελάζει. μέτριος ἀνὴρ καὶ λιποδεὴς Σικελικῆς τραπέζης οὐδὲν προσδεῖται. πάντ’ ἔχει Πυθαγόρας ἱκανὰ τὰ καθ’ ἡμέραν, οἷ ἂν ἔλθῃ· θεραπεία δὲ δυνάστου βαρὺ καὶ ἐπαχθὲς τῷ μὴ εἰθισμένῳ. μέγα καὶ ἀσφαλὲς αὐτάρκεια· οὔτε γὰρ ἔχει τὸν φθονήσοντα οὔτε τὸν ἐπιβουλεύσοντα. διὸ καὶ δοκεῖ εἶναι ἐγγυτάτω θεοῦ ἡ διαγωγή. διάθεσις ἀγαθὴ οὐ γεννᾶται ὑπὸ ἀφροδισίων οὐδὲ ὑπὸ ἐδεσμάτων, ἀλλ’ ὑπὸ ἐνδείας ἀγούσης πρὸς ἀνδρὸς ἀρετήν· ἡδοναὶ δὲ ποικίλαι καὶ ἀκρατεῖς δουλοῦνται ψυχὰς ἀσθενῶν ἀνθρώπων, πολὺ δὲ μάλιστα ὧν σὺ ἀπολαύεις. διὸ καὶ ἐπιδοὺς σεαυτὸν εἰς τὰ τοιαῦτα αἰωρῇ καὶ οὐ δύνασαι σώζεσθαι· λόγος γὰρ ὁ παρὰ σοῦ οὐκ ἐναντιοῦται τοῖς ἀσυμφόροις. μὴ οὖν κάλει Πυθαγόραν συμβιώσοντά σοι· οὐδὲ γὰρ ἰατροὶ αἱροῦνται τοῖς νοσοῦσι συγκάμνειν.

---

Pythagoras, Epistulae, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0632.tlg002.local001/.
