# Testimonia 1.47.1

Pythagoras, Testimonia, 1.47.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pythagoras-phil/testimonia/1.47.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pythagoras-phil/testimonia/1.47.1

14. Diod. XII 9, 2 [Ephoros?] γενόμενος δὲ παρ’ αὐτοῖς [Sybariten] δημαγωγὸς Τήλυς καὶ κατηγορῶν τῶν μεγίστων ἀνδρῶν ἔπεισε τοὺς Συβαρίτας φυγαδεῦσαι τοὺς εὐπορωτάτους τῶν πολιτῶν πεντακοσίους καὶ τὰς οὐσίας αὐτῶν δημεῦσαι. τῶν δὲ φυγάδων παρελθόντων εἰς Κρότωνα καὶ καταφυγόντων ἐπὶ τοὺς εἰς τὴν ἀγορὰν βωμοὺς, ὁ μὲν Τήλυς ἐξέπεμψε πρεσβευτάς πρὸς τοὺς Κροτωνιάτας, οἷς ἦν προστεταγμένον ἢ τοὺς φυγάδας ἐκδοῦναι ἢ πόλεμον προσδέχεσθαι. συναχθείσης δὲ ἐκκλησίας καὶ προτεθείσης βουλῆς, πότερον χρὴ τοὺς ἰκέτας ἐκδοῦναι τοῖς Συβαρίταις ἢ πόλεμον ὑπομεῖναι πρὸς δυνατωτέρους, ἀπορουμένων τε τῆς συγχλήτου καὶ τοῦ δήμου, τὸ μὲν πρῶτον ἔφρεπε ταῖς γνώμαις τὸ πλῆθος πρὸς τὴν ἀπόδοσιν τῶν ἱκετῶν διὰ τὸν πόλεμον. μετὰ δὲ ταῦτα Πυθαγόρου τοῦ φιλοσόφου συμβουλευσάντος σώζειν τοὺς ἰκέτας, μετέπεσον ταῖς γνώμαις καὶ τὸν πόλεμον ὑπὲρ τῆς τῶν ἱκετῶν σωτηρίας ἀνείλοντο. στρατευσάντων δ’ ἐπ’ αὐτοὺς τῶν Συβαριτῶν τριάκοντα μυριάδων ἀντετάχθησαν οἱ Κροτωνιάται δέκα μυριάσι Μίλωνος τοῦ ἀθλητοῦ ἡγουμένου καὶ διὰ τὴν ἐπερβολὴν τῆς τοῦ σώματος ὁμιᾶς πρώτῳ τρεψαμένου τοὺς κατ’ αὐτὸν τεταγμένους. ὁ γὰρ ἀνὴρ οὗτος ἐδάκις Ὀλύμπια νενικηκώς [62—67. 582—512] καὶ τὴν ἀλκὴν ἀκόλουθον ἔχων τῇ κατὰ τὸ σῶμα φύσει λέγεται πρὸς τὴν μάχην ἀπαντῆσαι κατεστεφανωμένος μὲν τοῖς Ὀλυμπικοῖς στεφάνοις, διεσκευασμένος δὲ εἰς Ἡρακλέους σκευὴν λεοντῇ καὶ ῥοπάλῳ· αἴτιον δὲ γενομένου τῆς νίκης θαυμασθῆναι παρὰ τοῖς πολίταις. τῶν δὲ Κροτωνιατῶν διὰ τὴν ὀργὴν ζῳορεῖν μὲν μηδένα βουληθέντων, πάντας δὲ κατὰ τὴν φυγὴν τοὺς ὑποπεσόντας ἀποκτεινόντων οἱ πλεῖους κατεκόπησαν· τὴν δὲ πόλιν διήρπασαν καὶ παντελῶς ἔρημον ἐποίησαν [510]. Vgl. Iambl. V. P. 260 τοὺς τριάκοντα μυριάδων περὶ τὸν Τετράεντα [Τράεντα Bentley n. Diod. XII 22, 1] περιγενομένους.

---

Pythagoras Phil., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003120.
