# Testimonia 2.38.2

Pythagoras, Testimonia, 2.38.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pythagoras-phil/testimonia/2.38.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pythagoras-phil/testimonia/2.38.2

2. — IV 95 ὡς δὲ ἐγὼ πυθάνομαι τῶν τῶν Ἑλλησποντον οἰκεόντων Ἑλλήνων καὶ Πόντον, τὸν Σάλμοξιν τοῦτον ὄντα ἀνθρώπων δουλεύσαι ἐν Σάμῳ, δουλεύσαι δὲ Πυθαγόρῃ τῷ Μνησάρχου. ἐνθεῦθεν δὲ αὐτὸν γενόμενον ἐλεύθερον χρήματα κτῆσασθαι συχνά, κτησάμενον δὲ ἀπελθεῖν ἐς τὴν ἑωυτοῦ. ἄτε δὲ κακοβίων τε ὄντων τῶν Ὀρθίκων καὶ ὑπαρρονεστέρων. τὸν Σάλμοξιν τοῦτον ἐπιστάμενον διαιτὰν τε Ἰάδα καὶ ἤθεα βαθύτερα ἢ κατὰ Ὀρθίκας, οἷα Ἕλλησί τε ὁμιλῆσαντα καὶ Ἑλλήνων οὐ τῷ ἀσθενεστάτῳ σοφιστῇ Πυθαγόρῃ, κατασκευάσασθαι ἀνδρεῖνα, ἐς τὸν πανδοκεύοντα τῶν ὄστων τοὺς πρώτους καὶ εὐψύχοντα ἀναδιδάσκειν, ὡς οὔτε αὐτὸς οὔτε οἱ συμπόται αὐτοῦ οὔτε οἱ ἐκ τούτων αἰεὶ γινόμενοι ἀποθανέονται. ἀλλ' ἥξουσι ἐς χῶρον τοῦτον, ἵνα αἰεὶ περιόντες ἔξουσι [τὰ] πάντα ἀγαθά. ἐν ᾧ δὲ ἐποίει τὰ καταλεχθέντα καὶ ἔλεγε ταῦτα, ἐν τούτῳ κατάγειν οἴκημα ἐποιεῖτο. ὡς δὲ οἱ παντελῶς εἶχε τὸ οἴκημα, ἐκ μὲν τῶν Ὀρθίκων ἤρανίσθη, καταβὰς δὲ κάτω ἐς τὸ κατάγειον οἴκημα διαιτᾶτο ἐπ' ἔτεα τρία· οἱ δὲ μιν ἐπόθεόν τε καὶ ἐπένθεον ὡς τεθνεῶτα. τετάρτῳ δὲ ἔτει ἐφάνη τοῖσι Ὀρθίξι καὶ οὕτω πθανά σφί ἐγένετο τὰ ἔλεγε ὁ Σάλμοξις. ταῦτά φασί μιν ποιῆσαι. ἐγὼ δὲ περὶ μὲν τούτου καὶ τοῦ καταγείου οἰκήματος οὔτε ἀπιστῶ οὔτ' ὧν πιστεύω τι λίην, δοκέω δὲ πολλοῖσι ἔτεσι πρότερον τὸν Σάλμοξιν τοῦτον γενέσθαι Πυθαγόρεω.

---

Pythagoras Phil., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003120.
