# Testimonia Et Fragmenta 1.310.2

Pythagoristae (D-K), Testimonia Et Fragmenta, 1.310.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/1.310.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/1.310.2

τερον ἐκ τῆς κοίτης ἀνίστατο ἢ τὰ χθὲς γενόμενα [πρότερον] ἀναμνησθείη. ἐποιεῖτο δὲ τὴν ἀνάμνησιν τόνδε τὸν τρόπον. ἐπειρᾶτο ἀναλαμβάνειν τῇ διανοίᾳ, τί πρῶτον εἶπεν ἢ ἤκουσεν ἢ προσέταξε τοῖς ἔνδον ἀναστάς, ἢ τί δεύτερον ἢ τί τρίτον. καὶ περὶ τῶν ἐσομένων ὁ αὐτὸς λόγος. καὶ πάλιν αὐ̓ ἐξιὼν τινι 5 πρώτῳ ἐνέτυχεν ἢ τινι δευτέρῳ, καὶ λόγοι τινες ἐλέχθησαν πρώτῳ ἢ δευτέροι ἢ τρίτῳ, καὶ περὶ τῶν ἄλλων δὲ ὁ αὐτὸς λόγος. πάντα γὰρ ἐπειρᾶτο ἀναλαμβάνειν τῇ διανοίᾳ τὰ συμβάντα ἐν ὅλῃ τῇ ἡμέρᾳ, οὕτω τῇ τάξει προθυμούμενος ἀναμνησκάσεσθαι, ὡς ποτε συνέβη γενέσθαι ἕκαστον αὐτῶν. εἰ δὲ πλείω σχολὴν ἄγοι ἐν τῷ διειγείρεσθαι, καὶ τὰ τρίτην ἡμέραν συμ10 βάντα τὸν αὐτὸν τρόπον ἐπειρᾶτο ἀναλαμβάνειν, καὶ ἐπὶ πλεῖον [ἐπειρῶντο] τὴν μνήμην γυμνάζειν· οὐδὲν γὰρ μείζον πρὸς ἐπιστήμην καὶ ἐμπειρίαν καὶ φρόνησιν τοῦ δύνασθαι μνημονεύειν. ἀπὸ δὲ τούτων τῶν ἐπιτηδευμάτων συνέβη τὴν Ἰταλίαν πᾶσαν φιλοσόφων ἀνδρῶν ἐμπλησθῆναι, καὶ πρότερον ἀγνοουμένης αὐτῆς ὑστερον διὰ Πυθαγόραν μεγάλην Ἑλλάδα κληθῆναι, καὶ πλείστους 15 παῤ αὐτοῖς ἀνδρᾶς φιλοσόφους καὶ ποιητὰς καὶ νομοθέτας γενέσθαι. τὰς τε γὰρ τέχνας τὰς ῥητορικὰς καὶ τοὺς λόγους τοὺς ἐπιδεικτικοὺς καὶ τοὺς νόμους τοὺς γεγραμμένους παῤ ἐκείνων εἰς τὴν Ἑλλάδα συνέβη κομισθῆναι. καὶ περὶ τῶν ψυχῶν ὅσοι τινὰ μνείαν πεποίηνται, πρῶτον Ἐμπεδοκλῆς καὶ Παρμενίδης τὸν Ἐλεάτην προφερόμενοι τυγχάνουσιν, οἱ τε γνωμολογήσαι τι τῶν κατὰ 20 τὸν βίον βουλόμενοι τὰς Ἐπихάριου διανοίας προφέρουσι, καὶ σχεδὸν πάντες αὐτὰς οἱ φιλόσοφοι κατέχουσι. Zu § 163 vgl. 244 und Cramer An. Par. I 172 ὅτι οἱ Πυθαγόρικοι, ὡς ἔφη Ἀριστόξενος, καθάρσει ἐχρῶντο τοῦ μὲν σώματος διὰ τῆς ἰατρικῆς, τῆς δὲ ψυχῆς διὰ τῆς μουσικῆς. Stob.III 1, 71 H. Diod. X 5, 1.

---

Pythagoristae (D-K), Testimonia Et Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003121.
