# Testimonia Et Fragmenta 1.311.2

Pythagoristae (D-K), Testimonia Et Fragmenta, 1.311.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/1.311.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/1.311.2

4. STOB. fl. (III) t. 79, 45 Moin. ἐκ τῶν Ἀριστοξένου Πυθαγορείων ἀποφάσεων [FHG II 278 fr. 19]. μετὰ τὸ θεῖον καὶ δαιμόνιον πλεῖστον ποιεῖσθαι λόγον γονέων τε καὶ νόμων μὴ πλαστώς ἀλλὰ πεπιστευμένως ἑαυτὸν πρὸς ταῦτα παρασκευάζοντα. τὸ μένειν ἐν τοῖς πατρίοις ἔθεσι τε καὶ νόμοις ἐδοκίμαζον, εἰ καὶ μικρῶι χειρὼν τῶν ἐτέρων εἴη. — t. 43, 49 & t. A. P. a. [fr. 18] καθόλου δὲ ὥσιοντο δεῖν ὑπολαμβάνειν μηδὲν εἶναι μείζονα κακὸν ἀναρχίας· οὐ γὰρ πεφυκέναι τὸν ἄνθρωπον διασώζεσθαι μηδενὸς ἐπιστατοῦντος. περὶ δὲ ἀρχόντων καὶ ἀρχομένων ὡντας ἐφρόνουν· τοὺς μὲν γὰρ ἀρχοντας ἐφασχον οὐ μόνον ἐπιστήμονας ἀλλὰ καὶ φιλανθρώπους δεῖν εἶναι· καὶ τοὺς ἀρχομένους οὐ μόνον πειθόνους ἀλλὰ καὶ φιλάρχοντας. ἐπιμελητέον δὲ πάσης ἡλικίας ἠγοῦντο καὶ τοὺς μὲν παῖδας ἐν γράμμασι καὶ τοὺς ἄλλους μαθήμασιν ἀσκεῖσθαι· τοὺς δὲ νεανίσκους τοῖς τῆς πόλεως ἔθεσι τε καὶ νόμοις γυμνάζεσθαι. τοὺς δὲ ἄνδρας ταῖς πράξεσι τε καὶ δημοσίαις λειτουργίαις προσέχειν· τοὺς δὲ πρεσβύτας ἐνθυμήσει καὶ κριτηρίοις καὶ συμβουλίαις δεῖν ἐνανεστρέφεσθαι μετὰ πάσης ἐπιστήμης ὑπελάμβανον, ὅπως μήτε οἱ παῖδες νηπιάζοιεν μήτε οἱ νεανίσκοι παιδαριεύοιντο μήτε οἱ ἄνδρες νεανιεοῦντο μήτε οἱ γέροντες παραφρονοῖεν. δεῖν δὲ ἐφασχον εὐθὺς καὶ τὴν τροφὴν τεταγμένως προσφέρεσθαι, διδάσκοντες ὡς ἡ μὲν τάξις καὶ συμμετρία καλὴ καὶ σύμφορος, ἡ δ’ ἀταξία καὶ ἀσυμμετρία αἰσχρά τε καὶ ἀσύμφορος.

---

Pythagoristae (D-K), Testimonia Et Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003121.
