# Testimonia Et Fragmenta 1.311.3

Pythagoristae (D-K), Testimonia Et Fragmenta, 1.311.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/1.311.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/1.311.3

5. IAMB. V. P. 180—183 ἐπεὶ δὲ καὶ ἐν τῇ πρὸς ἕτερον χρείαι ἐστι τις δικαιοσύνη, καὶ ταύτης τοιοῦτόν τινα τρόπον λέγεται ὑπὸ τῶν Πυθαγορείων παραδίδοσθαι. εἶναι γὰρ κατὰ τὰς ὁμιλίας τὸν μὲν εὐκαιρον, τὸν δὲ ἀκαιρον, διαιρεῖσθαι δὲ ἡλικίας τε διαφοραὶ καὶ ἀξιώματος καὶ οἰκειότητος τῆς συγγενικῆς καὶ εὐεργεσίας, καὶ εἴ τι ἄλλο τοιούτων ἐν ταῖς πρὸς ἀλλήλους διαφοραῖς ὃν ὑπάρχει. ἐστι γὰρ τι ὁμιλίας εἶδος, ὃ φαίνεται νεωτέρῳ μὲν πρὸς νεώτερον οὐκ ἀκαιρον εἶναι, πρὸς δὲ τὸν πρεσβύτερον ἀκαιρον· οὔτε γὰρ ὀργῆς οὔτε ἀπειλῆς εἶδος πᾶν οὔτε θρασύτητος, ἀλλὰ πᾶσαν τὴν τοιαύτην ἀκαιρίαν εὐλαβητέον εἶναι τῶι νεωτέρῳ πρὸς τὸν πρεσβύτερον. παραπλήσιον δὲ τινα εἶναι καὶ τὸν περὶ τοῦ ἀξιώματος λόγον· πρὸς γὰρ ἄνδρα ἐπὶ καλοχαγاثίας ἡκοντα ἀληθινὸν ἀξίωμα οὔτ’ εὐχῶν οὔτ’ εὐκαιρίαν εἶναι προσφέρειν οὔτε παροργίαν πάλιν οὔτε τὰ λοιπὰ τῶν ἀρτίως εἰρημένων. παραπλήσια δὲ τούτοις καὶ περὶ τῆς πρὸς τοὺς γονεῖς ὁμιλίας διελέγετο, ὡσαύτως δὲ καὶ περὶ τῆς πρὸς τοὺς εὐεργέτας. εἶναι δὲ ποικίλην τινα καὶ πολειδὴ τὴν τοῦ καιροῦ χρείαν· καὶ γὰρ τῶν ὀργιζομένων τε καὶ θυμουμένων τοὺς μὲν εὐκαιρῶς τοῦτο ποιεῖν, τοὺς δὲ ἀκαιρῶς, καὶ πάλιν αὐ τῶν ὀργωμένων τε καὶ ἐπιθυμοῦντων καὶ ὁρμῶντων ἐφ’ ὁτιδήποτε τοὺς μὲν ἀκολουθεῖν καιρῶν, τοὺς δὲ ἀκαιρίαν. τὸν αὐτὸν δ’ εἶναι λόγον καὶ περὶ τῶν ἄλλων παθῶν τε καὶ

---

Pythagoristae (D-K), Testimonia Et Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003121.
