# Testimonia Et Fragmenta 1.312.3

Pythagoristae (D-K), Testimonia Et Fragmenta, 1.312.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/1.312.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/1.312.3

6. IAMB. V. P. 196—198 (καὶ ταῦτα δὲ παρέδωκε τοῖς Πυθαγορείοις Πυθαγόρας, ὃν αἴτιος αὐτὸς ἦν). προσεῖχον γὰρ οὗτοι, τὰ σώματα ὡς ἂν ἐπὶ τῶν αὐτῶν διακῆται, καὶ μὴ ἡ ὅτε μὲν ὀιχνά, ὅτε δὲ πολυάσχα· ἀνωμάλων γὰρ βίου ὄντων εἶναι δεῖγμα. ἀλλὰ ὡσαύτως καὶ κατὰ τὴν διάνοιαν οὐχ ὅτε μὲν ἱλαροὶ, ὅτε δὲ κατηφεῖς, ἀλλὰ ἐφ’ ὁμαλοῦ πράγος χαίροντες. διεχρούοντο δὲ ὀργάς, ἀθυμίας, ταραχάς· καὶ ἦν αὐτοῖς παράγγελμα, ὡς οὐδὲν δεῖ τῶν ἀνθρωπίνων συμπτωμάτων ἀπροσδόκητον εἶναι παρὰ τοῖς νοῦν ἔχουσι, ἀλλὰ πάντα προσδοκᾶν, ὧν μὴ τυγχάνουσι αὐτοὶ κύριοι ὄντες. εἰ δὲ ποτε αὐτοῖς συμβαίη ἢ ὀργὴ ἢ λύπη ἢ ἄλλο τι τοιοῦτον, ἐκποδῶν ἀπηλλάττοντο καὶ καθ’ ἑαυτὸν ἕκαστος γενόμενος ἐπειρᾶτο καταπίπτειν τε καὶ ἰατρεύειν τὸ πάθος. λέγεται δὲ καὶ τάδε περὶ τῶν Πυθαγορείων, ὡς οὔτε οἰκέτην ἐκόλασεν οὐδεὶς αὐτῶν ὑπὸ ὀργῆς ἔχόμενος οὔτε τῶν ἐλευθέρων ἐνουθέτησέ τινα, ἀλλ’ ἀνέμενεν ἕκαστος τὴν τῆς διανοίας ἀποκατάστασιν. ἐκάλουν δὲ τὸ νουθετεῖν πεδαρτᾶν· ἐποιοῦντο γὰρ τὴν ἀναμὴν ὡσπέρ χρωμένοι καὶ ἡσυχίᾳ. Σπίνθαρος [von Tarent, Vater des Aristoxenos] γοῦν ἤγειτο πολλάκις περὶ Ἀρχύτου Ταραντίνου, ὅτι διὰ χρόνου (τινὸς) εἰς ἀγρὸν ἀφικόμενος, ὡς στρατείας νεωστὶ παραγενοῦς, ἦν ἐστρατεύσατο ἡ πόλις εἰς Μεσσηπίους, ὡς εἶδε τὴν τε ἐπιτροπὸν καὶ τοὺς ἄλλους οἰκέτας οὐχ εὖ τῶν περὶ τὴν γεωργίαν ἐπιμελείας πεποιημένους, ἀλλὰ μεγάλῃ τινὶ κεχρημένους ὀλιγωρίας ὑπερβολῇ, ὀργισθεὶς τε καὶ ἀγανακτήσας οὕτως, ὡς ἂν ἐκεῖνος, εἶπεν, ὡς δοκε, πρὸς τοὺς οἰκέτας, ὅτι εὐτυχούσι, ὅτι αὐτοῖς ὠργίσται· εἰ γὰρ μὴ τοῦτο συμβεβηκὸς ἦν, οὐχ ἂν ποτε αὐτοὺς ἀθώους γενέσθαι τλῃκαῦτα ἡμαρτηκότας. ἔφη δὲ λέγεσθαι καὶ περὶ Κλεινίου τοιαῦτα τινα· καὶ γὰρ ἐκεῖνον ἀναβάλλεσθαι πάσας νουθετήσεις τε καὶ κολάσεις εἰς τὴν τῆς διανοίας ἀποκατάστασιν.

---

Pythagoristae (D-K), Testimonia Et Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003121.
