# Testimonia Et Fragmenta 1.316.2.1-14

Pythagoristae (D-K), Testimonia Et Fragmenta, 1.316.2.1 to 1.316.2.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/1.316.2.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/1.316.2.1

τὸ πάθος τοῦτο καὶ φυλακῆς τε καὶ σωμασκίας οὐ τῆς τυχοῦσης· τὸ μὲν γὰρ κενωθέντος τοῦ σώματος τῆς τροφῆς ἐπιθυμεῖν φυσικὸν εἶναι, καὶ τὸ πάλιν ἀναπληρωθέντος κενώσεως ἐπιθυμεῖν τῆς προσήκουσας φυσικὸν καὶ τοῦτο εἶναι, τὸ δὲ ἐπιθυμεῖν περιέργου τροφῆς ἢ περιέργου τε καὶ τρυφερᾶς ἐσθη- 5 τὸς τε καὶ στρωμνῆς ἢ περιέργου τε καὶ πολυτελοῦς καὶ ποικίλης οἰκήσεως ἐπίκτητον εἶναι, τὸν αὐτὸν δὴ λόγον εἶναι καὶ περὶ σκευῶν τε καὶ ποτηρίων καὶ διακόνων καὶ θρεμμάτων τῶν εἰς τροφὴν ἀνηκόντων. καθόλου δὲ τῶν 206 περὶ ἀνθρώπων παθῶν σχεδὸν τοῦτο μάλιστα τοιούτων εἶναι οἷον μηδαμοῦ ἵστασθαι, ἀλλὰ προάγειν εἰς ἄπειρον. διόπερ εὐθὺς ἐκ νεότητος ἐπιμελητέον 10 εἶναι τῶν ἀναφυομένων, ὅπως ἐπιθυμήσουσι μὲν ὧν δεῖ, ἀφέξονται δὲ τῶν ματαίων τε καὶ περιέργων ἐπιθυμιῶν, ἀτάραχοι τε καὶ καθαροὶ τῶν τοιούτων ὀρέξεων ὄντες καὶ καταφρονοῦντες αὐτῶν τε τῶν ἀξιοκαταφρονήτων καὶ τῶν ἐνδεχομένων ἐν ταῖς ἐπιθυμίαις. μάλιστα δ’ εἶναι κατανοῆσαι τὰς τέ ματαίας καὶ τὰς βλαβερὰς καὶ τὰς περιεργίας καὶ τὰς ὑβριστικὰς τῶν ἐπιθυ- 15 μιῶν παρὰ τῶν ἐν ἐξουσίαις ἀναστρεφομένων γινομένας· οὐδὲν γὰρ οὕτως ἄτοπον εἶναι, ἐφ’ ὃ τὴν ψυχὴν οὐχ ὁρμᾶν τῶν τοιούτων παίδων τε καὶ ἀνδρῶν καὶ γυναικῶν. καθόλου δὲ ποικιλώτατον εἶναι τὸ ἀνθρώπινον γένος 207 κατὰ τὸ τῶν ἐπιθυμιῶν πλῆθος· σημεῖον δὲ ἐναργὲς εἶναι τὴν τῶν προσφερομένων ποικιλίαν· ἀπέραντον μὲν γὰρ τι πλῆθος εἶναι καρπῶν, ἀπέραντον 20 δὲ ὀζῶν, ὧν χρῆται τὸ ἀνθρώπινον γένος· ἔτι δὲ σαρκοφαγία παντοδαπὴ χρήσθαι, καὶ ἕργον εἶναι εὑρεῖν, τίνος οὐ γέιεται τῶν χερσαίων καὶ τῶν πτηνῶν καὶ τῶν ἐνύδρων ζῴων. καὶ δὴ σκευασίας παντοδαπὰς περὶ ταῦτα μεμηχανήσθαι καὶ χυμῶν παντοίας μίξεις· ὅθεν εἰκότως μανικὸν τε καὶ πολύμορφον εἶναι κατὰ τὴν τῆς ψυχῆς κίνησιν τὸ ἀνθρώπινον φύλον. ἕκαστον 208 25 γὰρ δὴ τῶν προσφερομένων ἰδίον τινὸς διαθέσεως αἴτιον γίνεσθαι. ἀλλὰ τοὺς ἀνθρώπους τὰ μὲν παραχρῆμα μεγάλης ἀλλοιώσεως αἴτια γινόμενα συνορᾶν, οἷον καὶ τὸν οἶνον, ὅτι πλείων προσενεχθὲς μέχρι μὲν τινὸς ἱλαρωτέρους ποιεῖ, ἔπειτα μανικωτέρους καὶ ἀσχημονεστέρους·

---

Pythagoristae (D-K), Testimonia Et Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003121.
