# Testimonia Et Fragmenta 1.316.2.15-29

Pythagoristae (D-K), Testimonia Et Fragmenta, 1.316.2.15 to 1.316.2.29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/1.316.2.15
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/1.316.2.15

τὰ δὲ μὴ τοιαύτην ἐνδεικνύμενα δύναμιν ἀγνοεῖν· γίνεσθαι δὲ πᾶν τὸ προσενεχθὲν αἴτιόν τινος ἰδίου 30 διαθέσεως. διὸ δὴ καὶ μεγάλης σοφίας τὸ κατανοῆσαι τε καὶ συνιδεῖν, ποίαις τε καὶ πόσοις δεῖ χρῆσθαι πρὸς τὴν τροφήν. εἶναι δὲ ταύτην τὴν ἐπιστήμην τὸ μὲν ἐξ ἀρχῆς Ἀπόλλωνός τε καὶ Παιώνος, ὕστερον δὲ τῶν περὶ τὸν Ἀσκληπιόν. περὶ δὲ γεννήσεως τάδε λέγειν αὐτοὺς ἔφασαν. καθόλου μὲν ὥσιοτο δεῖν 209 φυλάττεσθαι τὸ καλούμενον προφερές· οὔτε γὰρ τῶν φυτῶν τὰ προφερῆ 35 οὔτε τῶν ζῴων εὐκαρπα γίνεσθαι, (ἀλλὰ δεῖν γενέσθαι) τινὰ χρόνον πρὸ τῆς καρποφορίας, ὅπως ἐξ ἰσχυρότων τε καὶ τετελειωμένων τῶν σωμάτων τὰ σπέρματα καὶ οἱ καρποὶ γίνωνται. δεῖν οὖν τοὺς τε παῖδας καὶ τὰς παρθένους ἐν πόνοις τε καὶ γυμνασίαις καὶ χαρτηρίαις ταῖς προσήκουσαις τρέφειν, τροφὴν προσφέρουσι τας τὴν ἡμιόττουσαν φιλοπόνωι τε καὶ σώφρονι καὶ χαροτριχωί 40 βίωι. πολλὰ δὲ τῶν κατὰ τὸν ἀνθρώπινον βίον τοιαῦτα εἶναι, ἐν οἷς βελτίον ἐστιν ἢ ὀψιμαθία, ὧν εἶναι καὶ τὴν τῶν ἀφροδισίων χρείαν. δεῖν οὖν τὸν 210 παῖδα οὕτως ἀγέσθαι, ὥστε μὴ ζητεῖν ἐντὸς τῶν εἴκοσιν ἐτῶν τὴν τοιαύτην συνουσίαν. ὅταν δ’ εἰς τοῦτο ἀφίκνηται, σπανίως εἶναι χρηστέον τοῖς ἀφροδισίοις· ἕσεσθαι δὲ τοῦτο, ἐὰν τιμῶν τε καὶ καλὸν εἶναι νομίζεται ἡ ἐνεξία· ἀκρασίαν γὰρ ἄμα καὶ ἐνεξίαν οὐ πάνυ γίνεσθαι περὶ τὸν αὐτόν. ἐπαινεί- 45 σθαι δ’ αὐτοὺς ἔφασαν καὶ τὰ τοιάδε τῶν προὑπαρχόντων νομίμων ἐν ταῖς Ἑλληνικαῖς πόλεσι, τὸ μήτε μητράσι συγγίνεσθαι μήτε θυγατρί μήτ’ ἀδελφῇ μήτ’ ἐν ἱερῶι μήτ’ ἐν τῶι φανερῶι· καλὸν τε γὰρ εἶναι καὶ σύμφορον

---

Pythagoristae (D-K), Testimonia Et Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003121.
