# Testimonia Et Fragmenta 1.318.3

Pythagoristae (D-K), Testimonia Et Fragmenta, 1.318.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/1.318.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/1.318.3

9. IAMB. V. P. 230—233 (δεῖ δὲ καὶ περὶ τούτων τὴν Πυθαγόρου παιδεῖαν παραθέσθαι καὶ τὰ παραγγέλματα, οἷς ἔχρητο πρὸς τοὺς αὐτοῦ γνωρίμους). παρεκελεύοντο οὖν οἱ ἄνδρες οὗτοι ἐκ φιλίας ἀληθινῆς ἐξαιρεῖν ἀγῶνά τε καὶ φιλονικίαν, μάλιστα μὲν ἐκ πάσης, εἰ δυνατόν, εἰ δὲ μή, ἐκ γε τῆς πατρικῆς καὶ καθόλου ἐκ τῆς πρὸς τοὺς πρεσβυτέρους, ὡσαύτως δὲ καὶ ἐκ τῆς πρὸς τοὺς ἐνεργέτας· τὸ γὰρ διαγωνίζεσθαι ἢ διαφιλονικεῖν πρὸς τοὺς τοιούτους ἐμπεσούσης ὀργῆς ἢ ἄλλου τινὸς τοιούτου πάθους οὐ σωτήριον τῆς ὑπαρχούσης φιλίας. ἔφασαν δὲ δεῖν ὡς ἐλαχίστας ἀμυχὰς τε καὶ ἐλκώσεις ἐν ταῖς φιλίαις ἐγγίνεσθαι, (τοῦτο δὲ γίγνεσθαι), ἐὰν ἐπιστῶνται εἴκειν καὶ κρατεῖν ὀργῆς, ἀμφότεροι μὲν, μᾶλλον μέντοι ὁ νεώτερος τε καὶ τῶν εἰρημένων τάξεων ἔχων ἡδύποτες. τὰς ἐπανορθώσεις τε καὶ νουθετήσεις, ὡς δὲ πεδαρτάσεις ἐκάλουν ἔχεινοι, μετὰ πολλῆς εὐφημίας τε καὶ εὐλαβείας ἄντο δεῖν γίγνεσθαι παρὰ τῶν πρεσβυτέρων τοῖς νεωτέροις, καὶ πολὺ ἐμφαλνεσθαι ἐν τοῖς νουθετοῦσι τὸ χρηδμονικόν τε καὶ οἰκεῖον· οὕτω γὰρ εὐσχήμονά τε γίγνεσθαι καὶ ὠφέλιμον τὴν νουθέτησιν. ἐκ φιλίας μηδέποτε ἐξαιρεῖν πίστιν μήτε παίζοντας μήτε σπουδάζοντας· οὐ γὰρ ἐτι ῥάδιον εἶναι διυγᾶναι τὴν ὑπάρχουσαν φιλίαν, ὅταν ἅπαξ παρεμπέση τὸ ψεῦδος εἰς τὰ τῶν φασκόντων φίλων εἶναι ἥθη. φιλίαν μὴ ἀπογινώσκειν ἀτυχίας ἕνεκα ἢ ἄλλης τινὸς ἀδυναμίας τῶν εἰς τὸν βίον ἐμπιπτονουσῶν, ἀλλὰ μόνην εἶναι δόκιμον ἀπόγνωσιν φίλου τε καὶ φιλίας τὴν γινομένην διὰ κακίαν μεγάλην τε καὶ ἀνεπανόρθωτον. ἔχθραν ἔχοντα μὲν μηδέποτε αἴρεσθαι πρὸς τοὺς μὴ τελείως κακοὺς, ἀράμενον δὲ μένειν εὐγενῶς ἐν τῷ διαπολεμεῖν, ἂν μὲ μεταπέση τὸ ἦθος τοῦ διαφορομένου καὶ προσγένηται εὐγνωμοσύνη. πολεμεῖν δὲ μὴ λόγῳ, ἀλλὰ τοῖς ἔργοις, νόμιμον δὲ εἶναι καὶ δαῖον τὸν πόλεμον, εἰ ὡς ἄνθρωπος ἀνθρώπῳ πολεμήσειεν. αἴτιον μηδέποτε γίγνεσθαι εἰς δύναμιν διαφορᾶς, <ἀλλ’> εὐλαβεῖσθαι ταύτης τὴν ἀρχὴν ὡς σόλον τε μάλιστα. ἐν τῇ μελλούσῃ ἀληθινῇ ἔσεσθαι φιλίαι ὡς πλεῖστα δεῖν ἔφασαν εἶναι τὰ ὡρισμένα καὶ νενομισμένα, καλῶς δὲ ταῦτ’ εἶναι κεκριμένα καὶ μὴ εἰκή, καὶ δῆτα καὶ εἰς ἕθος ἕκαστον κατακεχωρισμένα δεῖν εἶναι, ὅπως μήτε ὁμιλία μηδεμία ὀλιγώρως τε καὶ εἰκῇ γίνηται, ἀλλὰ μετ’ αἰδοὺς τε καὶ συννοίας καὶ τάξεως ὀρθῆς, μήτε πάθος ἐγείρηται μηδὲν εἰκῇ καὶ φαύλως καὶ ἡμαρτημένως, οἷον ἐπιθυμία ἢ ὀργή. ὁ αὐτὸς τε λόγος καὶ κατὰ τῶν λειπομένων παθῶν τε καὶ διαθέσεων. vgl. 101 παραδόδοται δὲ καὶ ἄλλος τρόπος παιδεύσεως διὰ τῶν Πυθαγορικῶν ἀποφάσεων κτλ.

---

Pythagoristae (D-K), Testimonia Et Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003121.
