# Testimonia Et Fragmenta 2.291.5

Pythagoristae (D-K), Testimonia Et Fragmenta, 2.291.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/2.291.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/2.291.5

27. — — N 6. 1092b26 ἀπορήσειε δ' ἂν τις καὶ τί τὸ εὖ ἐστὶ τὸ ἀπὸ τῶν ἀριθμῶν τῷι ἐν ἀριθμῷ εἶναι τὴν μίξιν, ἢ ἐν εὐλογίστῳι ἢ ἐν περιττῷι. νυνὶ γὰρ οὐδὲν ὑγιεινότερον τρίς τρία ἂν ἦι τὸ μελίκρατον κεκραμένον, ἀλλὰ μᾶλλον ὑφελήσειεν ἂν ἐν οὐθενὶ λόγῳι ὃν ὑδαρὲς δὲ ἢ ἐν ἀριθμῷι ἄκρατον ὃν. ἐπὶ οἱ λόγοι ἐν προσθέσει ἀριθμῶν εἰσὶν οἱ τῶν μίξεων, οὐκ ἐν ἀριθμοῖς, οἷον τρία πρὸς δύο, ἀλλ' οὐ τρίς δύο. τὸ γὰρ αὐτὸ δεῖ γένος εἶναι ἐν ταῖς πολλαπλασιώσεσιν. ὥστε δεῖ μετρεῖσθαι τῷι τε Α τὸν στοιχὸν ἐφ' οὐ ΑΒΓ καὶ τῷι Δ τὸν ΔΕΖ· ὥστε τῷι αὐτῷι πάντα. οὐκοὺν ἔσται πυρὸς ΒΕΓΖ, καὶ ὕδατος ἀριθμὸς δις τρία. εἰ δ' ἀνάγκη πάντα ἀριθμοῦ κοινωνεῖν, ἀνάγκη πολλὰ συμβαίνειν τὰ αὐτά, καὶ ἀριθμὸν τὸν αὐτὸν τῷιδε καὶ ἄλλωι. ἀρ' οὖν τοῦτ' αἴτιον καὶ διὰ τοῦτό ἐστι τὸ πρᾶγμα, ἢ ἄδηλον; οἷον ἐστὶ τις τῶν τοῦ ἡλίου φορῶν ἀριθμός, καὶ πάλιν τῶν τῆς σελήνης, καὶ τῶν ζώιων γε ἑκάστου τοῦ βίου καὶ ἡλικίας· τὶ οὖν κυλῦει ἐνίοὺς μὲν τούτων τετραγώνους εἶναι, ἐνίοὺς δὲ κύβους καὶ ἴσους, τοὺς δὲ διπλασίους; οὐθὲν γὰρ κυλῦει, ἀλλ' ἀνάγκη ἐν τούτοις στρέφεσθαι, εἰ ἀριθμοῦ πάντα ἐκοινώνει ἐνεδέχετό τε τὰ διαφέροντα ὑπὸ τὸν αὐτὸν ἀριθμὸν πίπτειν. ὥστ' εἰ τισιν ὁ αὐτὸς ἀριθμὸς συνεβεβήκει, ταῦτά ἂν ἦν ἄλλοις ἐκεῖνα τὸ αὐτὸ εἶδος ἀριθμοῦ ἔχοντα, οἷον ἥλιος καὶ σελήνη τὰ αὐτά. ἀλλὰ διὰ τί αἴτια ταῦτα; ἑπτὰ μὲν φωνήεντα, ἑπτὰ δὲ χορδαὶ ἢ ἁρμονίαι, ἑπτὰ δὲ αἱ πλειάδες, ἐν ἑπτὰ δὲ ὁδόντας βάλλει (ἐνία γε, ἐνία δ' οὔ), ἑπτὰ δὲ οἱ ἐπὶ Θήβας. ἀρ' οὖν, ὅτι τοιοῦδὶ ὁ ἀριθμὸς πέφυκεν, διὰ τοῦτο ἢ ἐκεῖνοι ἐρένοντο ἑπτὰ ἢ ἢ πλειὰς ἑπτὰ ἀστέρων ἐστίν; ἢ οἱ μὲν διὰ τὰς πύλας ἢ ἄλλην τινὰ αἰτίαν, τὴν δὴ ἡμεῖς οὕτως ἀριθμοῦμεν; τὴν δὲ ἄρκτον γε δώδεκα, οἱ δὲ πλεῖους. ἐπεὶ καὶ τὸ Ψ Ζ συμφωνίας φασίν εἶναι καὶ, ὅτι ἐκεῖναι τρεῖς, καὶ ταῦτα τρία. οἷι δὲ μυρία ἂν εἴη τοιαῦτα, οὐδὲν μέλει· τῷι γὰρ Γ καὶ Ρ εἴη ἂν ἐν σημείον. εἰ δ' ὅτι διπλάσιον τῶν ἄλλων ἑκάστον, ἄλλο δ' οὔ, αἴτιον δὴ ὅτι τριῶν ὄντων τόπων ἐνὶ ἐφ' ἑκάστου ἐπιφέρεται τὸ σῖγμα, διὰ τοῦτο τρία μόνον ἐστίν, ἀλλ' οὐχ ὅτι αἱ συμφωνίαι τρεῖς, ἐπεὶ πλείους γε αἱ συμφωνίαι· ἐνταῦθα δ' οὐκέτι δύναται. ὁμοιοὶ δὴ καὶ οὗτοι τοῖς ἀρχαίοις Ὀμηρικοῖς, οἱ μικρὰς ὁμοιότητος ὁρῶσι, μεγάλας δὲ παρορῶσιν. λέγουσι δὲ τινες ὅτι πολλὰ τοιαῦτα, οἷον αἱ τε μέσαι ἢ μὲν ἐννέα ἢ δὲ ὀκτώ, καὶ τὸ ἔπος δεκαεπτά, ἰσάριθμον τούτοις· βαίνεται δ' ἐν μὲν τῷι δεξιῷι ἐννέα συλλαβαίς, ἐν δὲ τῷι ἀριστερῷι ὀκτώ. καὶ ὅτι ἴσον τὸ διάστημα ἐν τε τοῖς γράμμασιν ἀπὸ

---

Pythagoristae (D-K), Testimonia Et Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003121.
