# Testimonia Et Fragmenta 2.304.1.1-14

Pythagoristae (D-K), Testimonia Et Fragmenta, 2.304.1.1 to 2.304.1.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/2.304.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/2.304.1.1

ἐρωτᾶν τε καὶ διαπορεῖν πολλάκις αὐτοὺς ἔφασαν, τίνος ἕνεκα τοὺς παῖδας συνε-θίζομεν προσφέρεσθαι τὴν τροφὴν τεταγμένως τε καὶ συμμετρώς, καὶ τὴν μὲν τάξιν καὶ τὴν συμμετρίαν ἀποφαίνομεν αὐτοῖς καλά, τὰ δὲ τούτων ἐναντία, τὴν τε ἀταξίαν καὶ τὴν ἀσυμμετρίαν, αἰσχρά· ὁ καὶ ἐστὶν ὁ τε οἰνόφλυξ καὶ ἀπληστος 5 ἐν μεγάλῳ ὀνείδει κείμενος. εἰ γὰρ μηδὲν τούτων ἐστὶ χρήσιμον εἰς τὴν τοῦ ἀνδρὸς ἡλικίαν ἀρικνουμένων ἡμῶν, μάταιον εἶναι τὸ συνεθίζειν παῖδας ὄντας τῇ τοιαύτῃ τάξει. τὸν αὐτὸν δὲ λόγον εἶναι καὶ περὶ τῶν ἄλλων ἐθῶν. {204} οὐκ οὖν ἐπὶ γε τῶν λοιπῶν ζῴων τοῦτο ὁρᾶσαι συμβαῖνον, ὅσα ὑπ’ ἀνθρώπων παιδεύεται, ἀλλ’ εὐθὺς ἐξ ἀρχῆς τὸν τε σκύλακα καὶ τὸν πύλωνα ταῦτα συνεθίζεσθαι 10 τε καὶ μανθάνειν, ἃ δεήσει πράττειν αὐτοὺς τελεωθέντας. καθόλου δὲ τοὺς Πυθαγορείους ἔφασαν παρακελεύεσθαι τοῖς ἐντυχάνουσι τε καὶ ἀρικνουμένοις εἰς συνήθειαν, εὐλαβεῖσθαι τὴν ἡδονήν, εἴπερ τι καὶ ἄλλο τῶν εὐλαβείας δεομένων· οὐθὲν γὰρ οὕτω σφάλλειν ἡμᾶς οὐδ’ ἐμβαλλεῖν εἰς ἁμαρτίαν ὡς τοῦτο τὸ πάθος. καθόλου δέ, ὡς ἔοικε, διετείνοντο μηδέποτε μηδὲν πράττειν ἡδονῆς στοχαζομένους, 15 καὶ γὰρ ἀσχίμονα καὶ βλαβερὸν ὡς ἐπὶ τὸ πολύ τούτων εἶναι τὸν σκοπόν, ἀλλὰ μάλιστα μὲν πρὸς τὸ καλὸν τε καὶ εὐσχήμον βλεπόντας πράττειν ὅ ἂν ἤ πρακτέον, δεύτερον δὲ πρὸς τὸ συμφέρον τε καὶ ὑφέλιμον. δεῖσθαι τε ταῦτα κρίσεως οὐ τῆς τυχοῦσης. {205} περὶ δὲ τῆς σωματικῆς ὀνοαζομένης ἐπιθυμίας τοιαῦτα λέγειν ἔφασαν τοὺς ἄνδρας ἐκείνους. αὐτὴν μὲν τὴν ἐπιθυμίαν ἐπιφορὰν τινὰ εἶναι τῆς 20 ψυχῆς καὶ ὀρμὴν καὶ ὀρεξιν ἤτοι πληρώσεώς τινος ἢ παρουσίας τινῶν αἰσθήσεως ἢ διαθέσεως αἰσθητικῆς. γίνεσθαι δὲ καὶ τῶν ἐναντίων ἐπιθυμίαν οἷον κενώσεώς τε καὶ ἀπουσίας καὶ τοῦ μὴ αἰσθάνεσθαι ἐνίων. ποικίλον δ’ εἶναι τὸ πάθος τοῦτο καὶ σχεδὸν τῶν περὶ ἀνθρώπων πολυειδέστατον. εἶναι δὲ τὰς πολλάς τῶν ἀνθρωπίνων ἐπιθυμιῶν ἐπικτήτους τε καὶ κατεσκευασμένας ὑπ’ αὐτῶν τῶν ἀνθρώπων·

---

Pythagoristae (D-K), Testimonia Et Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003121.
