# Testimonia Et Fragmenta 2.305.2.1-23

Pythagoristae (D-K), Testimonia Et Fragmenta, 2.305.2.1 to 2.305.2.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/2.305.2.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pythagoristae-d-k/testimonia-et-fragmenta/2.305.2.1

διαθέσεως αἰτίων γίνεσθαι. ἀλλὰ τοὺς ἀνθρώπους τὰ μὲν παραχρῆμα μεγάλης ἀλλοιώσεως αἰτία γινόμενα συνорάν, οἷον καὶ τὸν οἶνον, ὅτι πλεῖων προσενεχθεὶς μέχρι μὲν τινος ἱλαριωτέρους ποιεῖ. ἔπειτα μανικωτέρους καὶ ἀσχημονεστέρους· τὰ δὲ μὴ τοιαύτην ἐνδεικνύμενα δύναμιν ἀγνοεῖν· γίνεσθαι δὲ πᾶν τὸ προσενεχθὲν αἰτίων τινος ἰδίου διαθέσεως. διὸ δὴ καὶ μεγάλης σοφίας τὸ κατανοῆσαι τε καὶ συνιδεῖν. ποίοις τε καὶ πόσοις δεῖ χρῆσθαι πρὸς τὴν τροφήν. εἶναι δὲ ταύτην τὴν ἐπιστήμην τὸ μὲν ἐξ ἀρχῆς Ἀπόλλωνός τε καὶ Παιώνιος. ὕστερον δὲ τῶν περὶ τὸν Ἀσκληπιόν. 209 περὶ δὲ γεννήσεως τάδε λέγειν αὐτοὺς ἔφασαν. καθόλου μὲν ὡ̃ιοντο δεῖν φυλάττεσθαι τὸ καλοῦμενον προφερερές· οὔτε γὰρ τῶν φυτῶν τὰ προφερῆ οὔτε τῶν ζῴων εὐκαρπα γίνεσθαι. (ἀλλὰ δεῖν γενέσθαι) τινὰ χρόνον πρὸ τῆς καρποφορίας, ὅπως ἐξ ἰσχυόντων τε καὶ τετελειωμένων τῶν σωμάτων τὰ σπέρματα καὶ οἱ καρποὶ γίνυνται. δεῖν οὖν τοὺς τε παῖδας καὶ τὰς παρθένους ἐν πόνους τε καὶ γυμνασίαις καὶ καρτερίας ταῖς προσήκουσαις τρέφειν, τροφὴν προσφέροντας τὴν ἀρμόττουσαν φιλοπονίᾳ τε καὶ σώφρονι καὶ καρτερικῶ βίῳ. πολλὰ δὲ τῶν κατὰ τὸν ἀνθρώπινον βίον τοιαῦτα εἶναι, ἐν οἷς βελτίον ἐστιν ἡ ὀψιμαθία, ὧν εἶναι καὶ τὴν τῶν ἀφροδισίων χρείαν. 210 δεῖν οὖν τὸν παῖδα οὕτως ἀρεσθαι, ὥστε μὴ ζητεῖν ἐντὸς τῶν εἰκοσὶν ἐτῶν τὴν τοιαύτην συνουσίαν. ὅταν δ᾽ εἰς τοῦτο ἀφίκῃται, σπανίως εἶναι χρηστοὺν τοῖς ἀφροδισίοις· ἐξεσθαι δὲ τοῦτο. ἐὰν τιμῶν τε καὶ καλῶν εἶναι νομίζηται ἡ εὐεξία· ἀκρασίαν γὰρ ἄμα καὶ εὐεξίαν οὐ πάνυ γίνεσθαι περὶ τὸν αὐτόν. ἐπαινέσθαι δ᾽ αὐτοὺς ἔφασαν καὶ τὰ τοιάδε τῶν προὑπαρχόντων νομίων ἐν ταῖς Ἑλληνικαῖς πόλεσι. τὸ μήτε μητράσι συγγίνεσθαι μήτε θυγατρὶ μήτ᾽ ἀδελφῇ μήτ᾽ ἐν ἱερῷ μήτ᾽ ἐν τῷ φανερῷ· καλὸν τε γὰρ εἶναι καὶ σύμφορον τὸ ὡς πλεῖστα γίνεσθαι κωλύματα τῆς ἐνεργείας ταύτης.

---

Pythagoristae (D-K), Testimonia Et Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003121.
