# τὰ μεθ᾿ Ὅμηρον 1.260-304

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 1, lines 1.260-1.304. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/1.260

Ἀλκιβίης δʼ ἄρα Τυδείδης καὶ Δηριμαχείης
ἄμφω κρᾶτ̓ἀπέκοψε σὺν αὐχέσιν ἄχρις ἐπʼ ὤμους
ἄορι λευγαλέῳ· ταὶ δʼ ἠΰτε πόρτιες ἄμφω
κάππεσον, ἅς τʼ αἰζηὸς ἄφαρ ψυχῆς ἀπαμέρσῃ
κόψας αὐχενίους στιβαρῷ βουπλῆγι τένοντας·
ὣς αἱ Τυδείδαο πέσον παλάμῃσι δαμεῖσαι
Τρώων ἂμ πεδίον σφετέρων ἀπὸ νόσφι καρήνων.
τῇσι δʼ ἔπι Σθένελος κρατερὸν κατέπεφνε Κάβειρον,
ὃς κίεν ἐκ Σηστοῖο λιλαιόμενος πολεμίζειν
Ἀργείοις, οὐδʼ αὖθις ἑὴν νοστήσατο πάτρην.
τοῦ δὲ Πάρις κραδίην ἐχολώσατο δῃωθέντος,
καί ῥʼ ἔβαλε Σθενέλοιο καταντίον· οὐδʼ ἄρα τόν γε
οὔτασεν ἐσσύμενός περ, ἀπεπλάγχθη γὰρ ὀϊστὸς
ἄλλῃ, ὅπῃ μιν Κῆρες ἀμείλιχοι ἰθύνεσκον·
κτεῖνε δʼ ἄρʼ ἐσσυμένως Εὐήνορα χαλκεομίτρην,
ὅς ῥʼ ἐκ Δουλιχίοιο κίεν Τρώεσσι μάχεσθαι.
τοῦ δʼ ἄρʼ ἀποφθιμένοιο πάϊς Φυλῆος ἀγαυοῦ
ὠρίνθη· μάλα δʼ ὦκα λέων ὣς πώεσι μήλων
ἔνθορε· τοὶ δʼ ἅμα πάντες ὑπέτρεσαν ὄβριμον ἄνδρα·
κτεῖνε γὰρ Ἰτυμονῆα καὶ Ἰππασίδην Ἀγέλαον,
οἵ ῥʼ ἀπὸ Μιλήτοιο φέρον Δαναοῖσιν ὁμοκλὴν
Νάστῃ ὑπʼ ἀντιθέῳ καὶ ὑπʼ Ἀμφιμάχῳ μεγαθύμῳ,
οἳ Μυκάλην ἐνέμοντο Λάτμοιό τε λευκὰ κάρηνα
Βράγχου τʼ ἄγκεα μακρὰ καὶ ἠιόεντα Πάνορμον
Μαιάνδρου τε ῥέεθρα βαθυρρόου, ὅς ῥʼ ἐπὶ γαῖαν
Καρῶν ἀμπελόεσσαν ἀπὸ Φρυγίης πολυμήλου
εἶσι πολυγνάμπτοισιν ἑλισσόμενος προχοῇσι.
καὶ τοὺς μὲν κατέπεφνε Μέγης δηιοτῆτι·
ἄλλους δʼ αὖτʼ ἐδάμασσεν, ὅσους κίχε δουρὶ κελαινῷ·
ἐν γάρ οἱ στέρνοισι θράσος βάλε Τριτογένεια,
ὄφρα κε δυσμενέεσσιν ὀλέθριον ἦμαρ ἐφείη.
Δρησαῖον δʼ ἐδάμασσεν ἀρηίφιλος Πολυποίτης,
τὸν τέκε δῖα Νέαιρα περίφρονι Θειοδάμαντι
μιχθεῖσʼ ἐν λεχέεσσιν ὑπαὶ Σιπύλῳ νιφόεντι,
ᾗχι θεοὶ Νιόβην λᾶαν θέσαν, ἧς ἔτι δάκρυ
πουλὺ μάλα στυφελῆς καταλείβεται ὑψόθι πέτρης,
καί οἱ συστοναχοῦσι ῥοαὶ πολυηχέος Ἕρμου
καὶ κορυφαὶ Σιπύλου περιμήκεες, ὧν καθύπερθεν
ἐχθρὴ μηλονόμοισιν ἁεὶ περιπέπτατʼ ὀμίχλη·
ἡ δὲ πέλει μέγα θαῦμα παρεσσυμένοισι βροτοῖσιν,
οὕνεκʼ ἔοικε γυναικὶ πολυστόνῳ, ἥ τʼ ἐπὶ λυγρῷ
πένθεϊ μυρομένη μάλα μυρία δάκρυα χεύει·
καὶ τὸ μὲν ἀτρεκέως φῂς ἔμμεναι, ὁππότʼ ἄρʼ αὐτὴν
τηλόθεν ἀθρήσειας· ἐπὴν δέ οἱ ἐγγὺς ἵκηαι,
φαίνεται αἰπήεσσα πέτρη Σιπύλοιό τʼ ἀπορρώξ.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
