# τὰ μεθ᾿ Ὅμηρον 1.305-347

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 1, lines 1.305-1.347. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/1.305

ἀλλʼ ἡ μὲν μακάρων ἀλοὸν χόλον ἐκτελέουσα
μύρεται ἐν πέτρῃσιν ἔτʼ ἀχνυμένῃ εἰκυῖα.
ἄλλοι δʼ ἀμφʼ ἄλλοισι φόνον καὶ κῆρʼ ἐτίθεντο
ἀργαλέην· δεινὸς γὰρ ἐνεστρωφᾶτο Κυδοιμὸς
λαοῖς ἐν μέσσοισιν· ἀταρτηρὸν δέ οἱ ἄγχι
εἱστήκει Θανάτοιο τέλος, περὶ δέ σφισι Κῆρες
λευγαλέαι στρωφῶντο φόνον στονόεντα φέρουσαι.
πολλῶν δʼ ἐν κονίῃσι λύθη κέαρ ἤματι κείνῳ
Τρώων τʼ Ἀργείων τε, πολὺς δʼ ἀλαλητὸς ὀρώρει·
οὐ γάρ πως ἀπέληγε μένος μέγα Πενθεσιλείης,
ἀλλʼ ὥς τίς τε βόεσσι κατʼ οὔρεα μακρὰ λέαινα
ἐνθόρῃ ἀΐξασα βαθυσκοπέλου διὰ βήσσης
αἵματος ἱμείρουσα, τό οἱ μάλα θυμὸν ἰαίνει·
ὣς τῆμος Δαναοῖσιν Ἀρηιὰς ἔνθορε κούρη.
οἱ δʼ ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες,
ἡ δʼ ἕπετʼ ἠΰτε κῦμα βαρυγδούποιο θαλάσσης
νήεσιν ὠκείῃσιν, ὅθʼ ἱστία λευκὰ πετάσσῃ
οὖρος ἐπειγόμενος, βοόωσι δὲ πάντοθεν ἄκραι
πόντου ἐρευγομένοιο ποτὶ χθονὸς ᾐόνα μακρήν.
ὣς ἥ γʼ ἑσπομένη Δαναῶν ἐδάϊζε φάλαγγας,
καί σφιν ἐπηπείλησε μέγα φρεσὶ κυδιόωσα·
ὦ κύνες, ὡς Πριάμοιο κακὴν ἀποτίσετε λώβην
σήμερον· οὐ γάρ πώ τις ἐμὸν σθένος ἐξυπαλύξας
χάρμα φίλοις τοκέεσσι καὶ υἱάσιν ἠδʼ ἀλόχοισιν
ἔσσεται· οἰωνοῖς δὲ βόσις καὶ θηρσὶ θανόντες
κείσεσθʼ, οὐδέ τι τύμβος ἐφʼ ὑμέας ἵξεται αἴης.
πῇ νῦν Τυδείδαο βίη, πῇ δʼ Αἰακίδαο,
ποῦ δὲ καὶ Αἴαντος; τοὺς γὰρ φάτις ἔμμεν ἀρίστους·
ἀλλʼ ἐμοὶ οὐ τλήσονται ἐναντία δηριάασθαι,
μή σφιν ἀπὸ μελέων ψυχὰς φθιμένοισι πελάσσω.
ἦ ῥα καὶ Ἀργείοισι μέγα φρονέουσʼ ἐνόρουσε
θηρὶ βίην εἰκυῖα, πολὺν δʼ ὑπεσάμνατο λαὸν
ἄλλοτε μὲν βουπλῆγι βαρυστόμῳ, ἄλλοτε δʼ αὖτε
πάλλουσʼ ὀξὺν ἄκοντα· φέρεν δέ οἱ αἰόλος ἵππος
ἰοδόκην καὶ τόξον ἀμείλιχον, εἴ που ἄρʼ αὐτῇ
χρειὼ ἀνʼ αἱματόεντα μόθον βελέων ἀλεγεινῶν
καὶ τόξοιο πέλοιτο· θοοὶ δέ οἱ ἄνδρες ἕποντο
Ἕκτορος ἀγχεμάχοιο κασίγνητοί τε φίλοι τε
ὄβριμον ἐν στέρνοισιν ἀναπνείοντες Ἄρηα,
οἳ Δαναοὺς ἐδάϊζον ἐϋξέστῃς μελίῃσι·
τοὶ δὲ θοοῖς φύλλοισιν ἐοικότες ἢ ψεκάδεσσι
πίπτον ἐπασσύτεροι, μέγα δʼ ἔστενεν ἄσπετος αἶα
αἵματι δευομένη νεκύεσσί τε πεπληθυῖα·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
