# τὰ μεθ᾿ Ὅμηρον 1.440-487

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 1, lines 1.440-1.487. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/1.440

ὡς δʼ ὅτʼ ἔσω σίμβλοιο μέγʼ ἰύζωσι μέλισσαι
χείματος οὐκέτʼ ἐόντος, ὅτʼ ἐς νομὸν ἐντύνονται
ἐλθέμεν, οὐδʼ ἄρα τῇσι φίλον πέλει ἔνδοθι μίμνειν,
ἄλλη δʼ αὖθʼ ἑτέρην προκαλίζεται ἐκτὸς ἄγεσθαι·
ὣς ἄρα Τρωιάδες ποτὶ φύλοπιν ἐγκονέουσαι
ἀλλήλας ὤτρυνον· ἀπόπροθι δʼ εἴρια θέντο
καὶ ταλάρους, ἀλεγεινὰ δʼ ἐπʼ ἔντεα χεῖρας ἴαλλον.
καί νύ κεν ἄστεος ἐκτὸς ἅμα σφετέροισιν ὄλοντο
ἀνδράσι καὶ σθεναρῇσιν Ἀμαζόσιν ἐν δαῒ κείνῃ,
εἰ μή σφεας κατέρυξε πύκα φρονέουσα Θεανὼ
ἐσσυμένας πινυτοῖσι παραυδήσασʼ ἐπέεσσι·
τίπτε ποτὶ κλόνον αἰνὸν ἐελδόμεναι πονέεσθαι,
σχέτλιαι, οὔτι πάροιθε πονησάμεναι περὶ χάρμης,
ἀλλʼ ἄρα νηίδες ἔργον ἐπʼ ἄτλητον μεμαυῖαι
ὄρνυσθʼ ἀφραδέως; οὐ γὰρ σθένος ἔσσεται ἶσον
ἡμῖν καὶ Δαναοῖσιν ἐπισταμένοισι μάχεσθαι.
αὐτὰρ Ἀμαζόσι δῆρις ἀμείλιχος ἱππασίαι τε
εὔαδον ἐξ ἀρχῆς καὶ ὅσʼ ἀνέρες ἔργα μέλονται·
τοὔνεκʼ ἄρα σφίσι θυμὸς ἀρήιος αἰὲν ὄρωρεν,
οὐδʼ ἀνδρῶν δεύονται, ἐπεὶ πόνος ἐς μέγα κάρτος
θυμὸν ἀνηέξησε καὶ ἄτρομα γούνατʼ ἔθηκε.
τὴν δὲ φάτις καὶ Ἄρηος ἔμεν κρατεροῖο θύγατρα·
τῷ οἱ θηλυτέρην τινʼ ἐριζέμεν οὔτι ἔοικεν·
ἠὲ τάχʼ ἀθανάτων τις ἐπήλυθεν εὐχομένοισιν.
πᾶσι δʼ ἄρʼ ἀνθρώποισιν ὁμὸν γένος, ἀλλʼ ἐπὶ ἔργα
στρωφῶντʼ ἄλλος ἐπʼ ἄλλα· πέλει δʼ ἄρα κεῖνο φέριστον
ἔργον, ὅ τι φρεσὶν ᾖσιν ἐπιστάμενος πονέηται·
τοὔνεκα δηιοτῆτος ἀποσχόμεναι κελαδεινῆς
ἱστὸν ἐπεντύνεσθε φίλων ἔντοσθε μελάθρων.
ἁνδράσι δʼ ἡμετέροισι περὶ πτολέμοιο μελήσει.
ἐλπωρὴ δʼ ἀγαθοῖο τάχʼ ἔσσεται, οὕνεκʼ Ἀχαιοὺς
δερκόμεθʼ ὀλλυμένους, μέγα δὲ κράτος ὄρνυται ἀνδρῶν
ἡμετέρων· οὐδʼ ἔστι κακοῦ δέος· οὔτι γὰρ ἄστυ
δήιοι ἀμφὶς ἔχουσιν ἀνηλέες, οὔτʼ ἀλεγεινὴ
γίνετʼ ἀναγκαίη καὶ θηλυτέρῃσι μάχεσθαι.
ὣς φάτο· ταὶ δʼ ἐπίθοντο παλαιοτέρῃ περ ἐούσῃ,
ὑσμίνην δʼ ἀπάνευθεν ἐσέδρακον, ἡ δʼ ἔτι λαοὺς
δάμνατο Πενθεσίλεια, περιτρομέοντο δʼ Ἀχαιοί,
οὐδέ σφιν θανάτοιο πέλε στονόεντος ἄλυξις·
ἀλλʼ ἅτε μηκάδες αἶγες ὑπὸ βλοσυρῇσι γένυσσι
πορδάλιος κτείνοντο, ποθὴ δʼ ἔχεν οὐκέτι χάρμης
ἀνέρας ἀλλὰ φόβοιο, καὶ ἄλλυδις ἤιον ἄλλοι
οἱ μὲν ἀπορρίψαντες ἐπὶ χθόνα τεύχἐ ἀπʼ ὤμων,
οἱ δʼ ἄρα σὺν τεύχεσσι, καὶ ἡνιόχων ἀπάνευθεν
ἵπποι ἴσαν φεύγοντες· ἐπεσσυμένοις δʼ ἄρα χάρμα
ἔπλετʼ, ἀπολλυμένων δὲ πολὺς στόνος· οὐδέ τις ἀλκὴ
γίνετο τειρομένοισι· μινυνθάδιοι δὲ πέλοντο
πάντες, ὅσους ἐκίχανεν ἀνὰ κρυερὸν στόμα χάρμης.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
