# τὰ μεθ᾿ Ὅμηρον 1.488-537

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 1, lines 1.488-1.537. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/1.488

ὡς δʼ ὅτʼ ἐπιβρίσασα μέγα στονόεσσα θύελλα
ἄλλα μὲν ἐκ ῥιζέων χαμάδις βάλε δένδρεα μακρὰ
ἄνθεσι τηλεθόωντα, τὰ δʼ ἐκ πρέμνοιο κέδασσεν
ὑψόθεν, ἀλλήλοισι δʼ ἐπὶ κλασθέντα κέχυνται·
ὣς Δαναῶν κέκλιντο πολὺς στρατὸς ἐν κονίῃσι
Μοιράων ἰότητι καὶ ἔγχεϊ Πενθεσιλείης.
αὐτὰρ ἐπεὶ καὶ νῆες ἐνιπρήσεσθαι ἔμελλον
χερσὶν ὕπο Τρώων, τότε που μενεδήιος Αἴας
οἰμωγῆς ἐσάκουσε καὶ Αἰακίδην προσέειπεν·
ὦ Ἀχιλεῦ, περὶ δή μοι ἀπείριτος ἤλυθεν αὐδὴ
οὔασιν ὡς πολέμοιο συνεσταότος μεγάλοιο·
ἀλλʼ ἴομεν, μὴ Τρῶες ὑποφθάμενοι παρὰ νηυσὶν
Ἀργείους ὀλέσωσι, καταφλέξωσι δὲ νῆας·
νῶιν δʼ ἀμφοτέροισιν ἐλεγχείη ἀλεγεινὴ
ἔσσεται· οὐ γὰρ ἔοικε Διὸς μεγάλοιο γεγῶτας
αἰσχύνειν πατέρων ἱερὸν γένος, οἵ ῥα καὶ αὐτοὶ
τὸ πρὶν ἅμʼ Ἡρακλῆι δαΐφρονι Δαομέδοντος
Τροίην, ἀγλαὸν ἄστυ, διέπραθον ἐγχείῃσι·
ὡς καὶ νῦν τελέεσθαι ὑφʼ ἡμετέρῃσιν ὀΐω
χερσίν, ἐπεὶ μέγα κάρτος ἀέξεται ἀμφοτέροισιν.
ὣς φάτο· τῷ δʼ ἐπίθησε θρασὺ σθένος Αἰακίδαο·
κλαγγὴν γὰρ στονόεσσαν ὑπέκλυεν οὔασιν οἷσιν.
ἄμφω δʼ ὡρμήθησαν ἐπʼ ἔντεα μαρμαίροντα·
καὶ τὰ μὲν ἑσσάμενοι κατεναντίον ἔσταν ὁμίλου·
τῶν δʼ ἄρα τεύχεα καλὰ μέγʼ ἔβραχε· μαίνετο δέ σφιν
ἶσον θυμὸς Ἄρηι· τόσον σθένος ἀμφοτέροισι
δῶκεν ἐπειγομένοισι σακέσπαλος Ἀτρυτώνη.
Ἀργεῖοι δʼ ἐχάρησαν, ἐπεὶ ἴδον ἄνδρε κραταιὼ
εἰδομένω παίδεσσιν Ἀλωῆος μεγάλοιο,
οἵ ποτʼ ἐπʼ εὐρὺν Ὄλυμπον ἔφαν θέμεν οὔρεα μακρὰ
Ὄσσαν τʼ αἰπεινὴν καὶ Πήλιον ὑψικάρηνον,
ὅππως δὴ μεμαῶτε καὶ οὐρανὸν εἰσαφίκωνται·
τοῖοι ἄρʼ ἀντέστησαν ἀταρτηροῦ πολέμοιο
Αἰακίδαι, μέγα χάρμα λιλαιομένοισιν Ἀχαιοῖς,
ἄμφω ἐπειγόμενοι δηίων ἀπὸ λαὸν ὀλέσσαι.
πολλοὺς δʼ ἐγχείῃσιν ἀμαιμακέτῃσι δάμασσαν·
ὡς δʼ ὅτε πίονα μῆλα βοοδμητῆρε λέοντε
εὑρόντʼ ἐν ξυλόχοισι φίλων ἀπάνευθε νομήων
πανσυδίῃ κτείνωσιν, ἄχρις μέλαν αἷμα πιόντες
σπλάγχνων ἐμπλήσωνται ἑὴν πολυχανδέα νηδύν·
ὣς οἵ γʼ ἄμφω ὄλεσσαν ἀπειρέσιον στρατὸν ἀνδρῶν.
Ἔνθʼ Αἴας ἕλε Δηίοχον καὶ ἀρήιον Ὕλλον,
Εὐρύνομόν τε φιλοπτόλεμον καὶ Ἐνυέα δῖον.
Ἀντάνδρην δʼ ἄρα Πηλείδης ἕλε καὶ Πολεμοῦσαν
ἠδὲ καὶ Ἀντιβρότην, μετὰ δʼ Ἱπποθόην ἐρίθυμον,
τῇσι δʼ ἔφʼ Ἀρμοθόην· ἐπὶ δʼ ᾤχετο λαὸν ἅπαντα
αὺν Τελαμωνιάδῃ μεγαλήτορι· τῶν δʼ ὑπὸ χερσὶ
πυκναί τε σθεναραί τε κατηρείποντο φάλαγγες
ῥεῖα καὶ ὀτραλέως, ὡσεὶ πυρὶ δάσκιος ὕλη
οὔρεος ἐν ξυνοχῇσιν ἐπισπέρχοντος ἀήτεω.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
