# τὰ μεθ᾿ Ὅμηρον 1.538-584

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 1, lines 1.538-1.584. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/1.538

τοὺς δʼ ὁπότʼ εἰσενόησε δαΐφρων Πενθεσίλεια
θῆρας ὅπως θύνοντας ἀνὰ μόθον ὀκρυόεντα,
ἀμφοτέρων ὥρμησε καταντίον, ἠΰτε λυγρὴ
πόρδαλις ἐν ξυλόχοισιν ὀλέθριον ἦτορ ἔχουσα
αἰνὰ περισσαίνουσα θόρῃ κατέναντʼ ἐπιόντων
ἀγρευτέων, οἵπερ μιν ἐν ἔντεσι θωρηχθέντες.
ἐσσυμένην μίμνουσι πεποιθότες ἐγχείῃσιν·
ὣς ἄρα Πενθεσίλειαν ἀρήιοι ἄνδρες ἔμιμνον
δούρατʼ ἀειράμενοι· περὶ δέ σφισι χαλκὸς ἀΰτει
κινυμένων· πρώτη δʼ ἔβαλεν περιμήκετον ἔγχος
ἐσθλὴ Πενθεσίλεια· τὸ δʼ ἐς σάκος Αἰακίδαο
ἷξεν, ἀπεπλάγχθη δὲ διατρυφὲν εὖτʼ ἀπὸ πέτρης·
τοἶ ἔσαν Ἡφαίστοιο περίφρονος ἄμβροτα δῶρα.
ἡ δʼ ἕτερον μετὰ χερσὶ τιτύσκετο θοῦρον ἄκοντα
Αἴαντος κατέναντα καὶ ἀμφοτέροισιν ἀπείλει·
νῦν μὲν ἐμῆς ἀπὸ χειρὸς ἐτώσιον ἔκθορεν ἔγχος·
ἀλλʼ ὀΐω τάχα τῷδε μένος καὶ θυμὸν ὀλέσσειν
ὑμέων ἀμφοτέρων, οἵ τʼ ἄλκιμοι εὐχετάασθε
ἔμμεναι ἐν Δαναοῖσιν· ἐλαφροτέρη δὲ μόθοιο
ἔσσεται ἱπποδάμοισι τότε Τρώεσσιν ὀϊζύς.
ἀλλά μοι ἆσσον ἵκεσθε κατὰ κλόνον, ὄφρʼ ἐσίδησθε,
ὅσσον Ἀμαζόσι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν·
καὶ γάρ μευ γένος ἐστὶν Ἀρήιον· οὐδέ με θνητὸς
γείνατʼ ἀνήρ, ἀλλʼ αὐτὸς Ἄρης ἀκόρητος ὁμοκλῆς·
τοὔνεκά μοι μένος ἐστὶ πολὺ προφερέστατον ἀνδρῶν.
ἦ, μέγα καγχαλόωσα κατὰ φρένας· ἧκε δʼ ἄρʼ ἔγχος
δεύτερον· οἱ δʼ ἐγέλασσαν, ἄφαρ δέ οἱ ἤλασεν αἰχμὴ
Αἴαντος κνημῖδα πανάργυρον. οὐδέ οἱ εἴσω
ἤλυθεν ἐς χρόα καλὸν ἐπειγομένη περ ἱκέσθαι·
οὐ γὰρ δὴ πέπρωτο μιγήμεναι αἵματι κείνου
δυσμενέων στονόεσσαν ἐπὶ πτολέμοισιν ἀκωκήν.
Αἴας δʼ οὐκ ἀλέγιζεν Ἀμαζόνος, ἀλλʼ ἄρα Τρώων
ἐς πληθὺν ἀνόρουσε· λίπεν δʼ ἄρα Πηλείωνι
οἴῳ Πενθεσίλειαν, ἐπεί ῥά οἱ ἐν φρεσὶ θυμὸς
ᾔδεεν, ὡς Ἀχιλῆι καὶ ἰφθίμη περ ἐοῦσα
ῥηίδιος πόνος ἔσσεθʼ ὅπως ἴρηκι πέλεια.
Ἡ δὲ μέγα στονάχησεν ἐτώσια δοῦρα βαλοῦσα·
καί μιν κερτομέων προσεφώνεε Πηλέος υἱός·
ὦ γύναι, ὡς ἁλίοισιν ἀγαλλομένη ἐπέεσσιν
ἡμέων ἤλυθες ἄντα λιλαιομένη πολεμίζειν,
οἳ μέγα φέρτατοί εἰμεν ἐπιχθονίων ἡρώων·
ἐκ γὰρ δὴ Κρονίωνος ἐριγδούποιο γενέθλης
εὐχόμεθʼ ἐκγεγάμεν· τρομέεσκε δὲ καὶ θοὸς Ἕκτωρ
ἡμέας, εἰ καὶ ἄπωθεν ἐσέδρακεν ἀΐσσοντας
δῆριν ἐπὶ στονόεσσαν· ἐμὴ δέ μιν ἔκτανεν αἰχμὴ
καὶ κρατερόν περ ἐόντα· σὺ δʼ ἐν φρεσὶ πάγχυ μέμηνας,
ἣ μέγʼ ἔτλης καὶ νῶιν ἐπηπείλησας ὄλεθρον
σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
