Ancient Greek
Book 1, lines 1.585-1.627
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 1.585-627
Not analysed yet
οὐδὲ γὰρ οὐδʼ αὐτός σε πατὴρ ἔτι ῥύσεται Ἄρης
ἐξ ἐμέθεν· τίσεις δὲ κακὸν μόρον, εὖτʼ ἐν ὄρεσσι
κεμμὰς ὁμαρτήσασα βοοδμητῆρι λέοντι.
ἣ οὔπω τόδʼ ἄκουσας, ὅσων ὑποκάππεσε γυῖα
Ξάνθου πὰρ προχοῇσιν ὑφʼ ἡμετέρῃς παλάμῃσιν;
ἤ σευ πευθομένης μάκαρες φρένας ἐξείλοντο
καὶ νόον, ὄφρα σε Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν;
ὣς εἰπὼν οἴμησε κραταιῇ χειρὶ τιταίνων
λαοφόνον δόρυ μακρὸν ὑπαὶ Χείρωνι πονηθέν·
αἶψα δʼ ὑπὲρ μαζοῖο δαΐφρονα Πενθεσίλειαν
οὔτασε δεξιτεροῖο· μέλαν δέ οἱ ἔρρεεν αἷμα
ἐσσυμένως· ἡ δʼ εἶθαρ ὑπεκλάσθη μελέεσσιν·
ἐκ δʼ ἔβαλεν χειρὸς πέλεκυν μέγαν· ἀμφὶ δέ οἱ νὺξ
ὀφθαλμοὺς ἤχλυσε καὶ ἐς φρένα δῦσαν ἀνῖαι.
ἀλλὰ καὶ ὣς ἄμπνυε καὶ εἴσιδε δήιον ἄνδρα
ἤδη μιν μέλλοντα καθελκέμεν ὠκέος ἵππου·
ὥρμηνεν δʼ ἢ χειρὶ μέγα ξίφος εἰρύσσασα
μεῖναι ἐπεσσυμένοιο θοοῦ Ἀχιλῆος ἐρωήν,
ἢ κραιπνῶς ἵπποιο κατʼ ὠκυτάτοιο θοροῦσα
λίσσεσθʼ ἀνέρα δῖον, ὑποσχέσθαι δέ οἱ ὦκα
χαλκὸν ἅλις καὶ χρυσόν, ἅ τε φρένας ἔνδον ἰαίνει
θνητῶν ἀνθρώπων, εἰ καὶ μάλα τις θρασὺς εἴη,
τοῖς ἤν πως πεπίθοιτʼ ὀλοὸν σθένος Αἰακίδαο·
ἢ καὶ ὁμηλικίην αἰδεσσάμενος κατὰ θυμὸν·
δῴη νόστιμον ἦμαρ ἐελδομένῃ περ ἀλύξαι.
καὶ τὸ μὲν ὣς ὥρμαινε· θεοὶ δʼ ἑτέρωσε βάλοντο.
τῇ γὰρ ἐπεσσύμενος μέγʼ ἐχώσατο Πηλέος υἱός,
καί οἱ ἄφαρ συνέπειρεν ἀελλόποδος δέμας ἵππου·
εὖτέ τις ἀμφʼ ὀβελοῖσιν ὑπὲρ πυρὸς αἰθαλόεντος
σπλάγχνα διαμπείρῃσιν ἐπειγόμενος ποτὶ δόρπον,
ἢ ὥς τις στονόεντα βαλὼν ἐν ὄρεσσιν ἄκοντα
θηρητὴρ ἐλάφοιο μέσην διὰ νηδύα κέρσῃ
ἐσσυμένως, πταμένη δὲ διαμπερὲς ὄβριμος αἰχμὴ
πρέμνον ἐς ὑψικόμοιο πάγη δρυὸς ἠέ νυ πεύκης·
ὣς ἄρα Πενθεσίλειαν ὁμῶς περικαλλέϊ ἵππῳ
ἀντικρὺ διάμησεν ὑπʼ ἔγχεϊ μαιμώωντι
Πηλείδης· ἡ δʼ ὦκα μίγη κονίῃ καὶ ὀλέθρῳ
εὐσταλέως ἐριποῦσα κατʼ οὔδεος· οὐδέ οἱ αἰδὼς
ᾔσχυνεν δέμας ἠΰ· τάθη δʼ ἐπὶ νηδύα μακρῷ
δουρὶ περισπαίρουσα, θοῷ δʼ ἐπεκέκλιτο ἵππῳ·
εὖτʼ ἐλάτη κλασθεῖσα βίῃ κρυεροῦ Βορέαο,
ἥν τέ που αἰπυτάτην ἀνά τʼ ἄγκεα μακρὰ καὶ ὕλην,
οἷ αὐτῇ μέγʼ ἄγαλμα, τρέφει παρὰ πίδακι γαῖα·