# τὰ μεθ᾿ Ὅμηρον 1.628-668

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 1, lines 1.628-1.668. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/1.628

τοίη Πενθεσίλεια κατʼ ὠκέος ἤριπεν ἵππου
θηητή περ ἐοῦσα· κατεκλάσθη δέ οἱ ἁλκή.
Τρῶες δʼ ὡς ἐσίδοντο δαϊκταμένην ἐνὶ χάρμῃ,
πανσυδίῃ τρομέοντες ἐπὶ πτόλιν ἐσσεύοντο
ἄσπετʼ ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμόν.
ὡς δʼ ὅτʼ ἀνʼ εὐρέα πόντον ἐπιβρίσαντος ἀήτεω
ναῦται νἦ ὀλέσαντες ὑπεκπροφύγωσιν ὄλεθρον,
παῦροι πολλὰ καμόντες ὀϊζυρῆς ἀλὸς εἴσω,
ὀψὲ δʼ ἄρα σφίσι γαῖα φάνη σχεδὸν ἠδὲ καὶ ἄστυ,
τοὶ δὲ μόγῳ στονόεντι τετρυμένοι ἅψεα πάντα
ἐξ ἁλὸς ἀΐσσουσι μέγʼ ἀχνύμενοι περὶ νηὸς
ἠδʼ ἐτάρων, οὓς αἰνὸν ὐπὸ ζόφον ἤλασε κῦμα·
ὣς Τρῶες ποτὶ ἄστυ πεφυζότες ἐκ πολέμοιο
κλαῖον πάντες Ἄρηος ἀμαιμακέτοιο θύγατρα
καὶ λαούς, οἳ δῆριν ἀνὰ στονόεσσαν ὄλοντο.
Τῇδʼ ἔπικαγχλόων μεγάλʼ εὔχετο Πηλέος υἱός·
κεῖσό νυν ἐν κονίῃσι κυνῶν βόσις ἠδʼ οἰωνῶν,
δειλαίη· τίς γάρ σε παρήπαφεν ἀντίʼ ἐμεῖο
ἐλθέμεν; ἦ που ἔφησθα μάχης ἄπο νοστήσασα
οἰσέμεν ἄσπετα δῶρα παρά Πριάμοιο γέροντος
κτείνασʼ Ἀργείους· ἀλλʼ οὐ τόδε σοίγε νόημα
ἀθάνατοι ἐτέλεσσαν, ἐπεὶ μέγα φέρτατοί εἰμεν
ἡρώων, Δαναοῖσι φάος μέγα, Τρωσὶ δὲ πῆμα
ἠδὲ σοὶ αἰνομόρῳ, ἐπειή νύ σε Κῆρες ἐρεμναὶ
καὶ νόος ἐξορόθυνε γυναικῶν ἔργα λιποῦσαν
βήμεναι ἐς πόλεμον, τόν περ τρομέουσι καὶ ἄνδρες.
ὣς εἰπὼν μελίην ἐξείρυσε Πηλέος υἱὸς
ὠκέος ἐξ ἵπποιο καὶ αἰνῆς Πενθεσιλείης·
ἄμφω δʼ ἀσπαίρεσκον ὑφʼ ἓν δόρυ δῃωθέντες.
ἀμφὶ δέ οἱ κρατὸς κόρυν εἵλετο μαρμαίρουσαν
ἠελίου ἀκτῖσιν ἀλίγκιον ἢ Διὸς· αἴγλῃ·
τῆς δὲ καὶ ἐν κονίῃσι καὶ αἵματι πεπτηυίης
ἐξεφάνη ἐρατῇσιν ὑπʼ ὀφρύσι καλά πρόσωπα
καίπερ ἀποκταμένης. οἱ δʼ, ὡς ἴδον, ἀμφιέποντες
Ἀργεῖοι θάμβησαν, ἐπεὶ μακάρεσσιν ἐῴκει.
κεῖτο γὰρ ἐν τεύχεσσι κατὰ χθονὸς ἠΰτʼ ἀτειρὴς
Ἄρτεμις ὑπνώουσα, Διὸς τέκος, εὖτε κάμῃσι
γυῖα κατʼ οὔρεα μακρὰ θοοὺς βάλλουσα λέοντας·
αὐτὴ γάρ μιν ἔτευξε καὶ ἐν φθιμένοισιν ἀγητὴν
Κύπρις ἐϋστέφανος κρατεροῦ παράκοιτις Ἄρηος,
ὄφρα τι καὶ Πηλῆος ἀμύμονος υἷʼ ἀκαχήσῃ.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
