Ancient Greek
Book 1, lines 1.669-1.712
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 1.669-712
Not analysed yet
πολλοὶ δʼ εὐχετόωντο κατʼ οἰκία νοστήσαντες
τοίης ἧς ἀλόχοιο ταρὰ λεχέεσσιν ἰαῦσαι.
καὶ δʼ Ἀχιλεὺς ἀλίαστον ἑῷ ἐνετείρετο θυμῷ,
οὕνεκά μιν κατέπεφνε καὶ οὐκ ἄγε δῖαν ἄκοιτιν
Φθίην εἰς εὔπωλον, ἐπεὶ μέγεθός τε καὶ εἶδος
ἔπλετʼ ἀμώμητός τε καὶ ἀθανάτῃσιν ὁμοίη.
Ἄρεϊ δʼ ἔμπεσε πένθος ὑπὸ φρένας ἀμφὶ θυγατρὸς
θυμὸν ἀκηχεμένῳ· τάχα δʼ ἔκθορεν Οὐλύμποιο
σμερδαλέῳ ἀτάλαντος ἐΰ κτυπέοντι κεραυνῷ,
ὅν τε Ζεὺς προΐησιν, ὁ δʼ ἀκαμάτης ἀπὸ χειρὸς
ἔσσυται ἢ ἐπὶ πόντον ἀπείριτον ἢ ἐπὶ γαῖαν
μαρμαίρων, τῷ δʼ ἀμφὶ μέγας πελεμίζετʼ Ὄλυμπος·
τοῖος Ἄρης ταναοῖο διʼ ἠέρος ἀσχαλόων κῆρ
ἔσσυτο σὺν τεύχεσσιν, ἐπεὶ μόρον αἰνὸν ἄκουσε
παιδὸς ἑῆς· τῷ γάρ ῥα κατʼ οὐρανὸν εὐρὺν ἐόντι
αὖραι μυθήσαντο θοαὶ Βορέαο θύγατρες
κούρης αἰνὸν ὄλεθρον· ὁ δʼ ὡς κλύεν, ἶσος ἀέλλῃ
Ἰδαίων ὀρέων ἐπεβήσατο· τοῦ δʼ ὑπὸ ποσσὶν
ἄγκεα κίνυτο μακρὰ βαθύρρωχμοί τε χαράδραι
καὶ ποταμοὶ καὶ πάντες ἀπειρέσιοι πόδες Ἴδης.
καί νύ κε Μυρμιδόνεσσι πολύστονον ὤπασεν ἦμαρ,
εἰ μή μιν Ζεὺς αὐτὸς ἀπʼ Οὐλύμποιο φόβησε
σμερδαλέῃς στεροπῇσι καὶ ἀργαλέοισι κεραυνοῖς,
οἵ οἱ πρόσθε ποδῶν θαμέες ποτόωντο διʼ αἴθγης
δεινὸν ἀπαιθόμενοι· ὁ δʼ ἄρʼ εἰσορόων ἐνόησε
πατρὸς ἐριγδούποιο μέγα βρομέουσαν ὁμοκλήν·
ἔστη δʼ ἐσσύμενός περ ἐπὶ πτολέμοιο κυδοιμόν.
ὡς δʼ ὅτʼ ἀπʼ ἠλιβάτου σκοπιῆς περιμήκεα λᾶαν
λάβρος ὁμῶς ἀνέμοισιν ἀπορρήξῃ Διὸς ὄμβρος,
ὄμβρος ἄρʼ ἠὲ κεραυνός, ἐπικτυπέουσι δὲ βῆσσαι
λάβρα κυλινδομένοιο, ὁ δʼ ἀκαμάτῳ ὑπὸ ῥοίζῳ
ἔσσυτʼ ἁναθρώσκων μάλα ταρφέα, μέχρις ἵκηται
χῶρον ἐπʼ ἰσόπεδον, σταίη δʼ ἄφαρ οὐκ ἐθέλων περ·
ὣς Διὸς ὄβριμος υἱὸς Ἄρης ἀέκοντί γε θυμῷ
ἔστη ἐπειγόμενός περ, ἐπεὶ μακάρων μεδέοντι
πάντες ὁμῶς εἴκουσιν Ὀλύμπιοι, οὕνεκʼ ἄρʼ αὐτῶν
πολλὸν ὑπέρτατός ἐστι, πέλει δέ οἱ ἄσπετος ἀλκή.
πολλὰ δέ πορφύροντα θοὸς νόος ὀτρύνεσκεν
ἄλλοτε μέν Κρονίδαο μέγʼ ἀσχαλόωντος ἐνιπὴν
σμερδαλέην τρομέοντα πρὸς οὐρανὸν ἀπονέεσθαι,
ἄλλοτε δʼ οὐκ ἀλέγειν σφετέρου πατρός, ἀλλʼ Ἀχιλῆι
μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας. ὀψὲ δέ οἱ κῆρ
μνήσαθʼ, ὅσοι καὶ Ζηνὸς ἐνὶ πτολέμοισι δάμησαν
υἱέες, οἷς οὐδʼ αὐτὸς ἐπήρκεσεν ὀλλυμένοισιν·