# τὰ μεθ᾿ Ὅμηρον 1.713-752

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 1, lines 1.713-1.752. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/1.713

τοὔνεκʼ ἀπʼ Ἀργείων ἑκάς ἤϊεν· ἦ γὰρ ἔμελλεν
κεῖσθαι ὁμῶς Τιτῆσι δαμεὶς στονόεντι κεραυνῷ,
εἰ Διὸς ἀθανάτοιο παρὲκ νόον ἄλλα μενοίνα.
καὶ τότʼ ἀρήϊοι υἷες ἐϋσθενέων Ἀργείων
σύλεομ ἐσσυμένως βεβροτωμένα τεύχεα νεκρῶν
πάντῃ ἐπεσσύμενοι· μέγα δʼ ἄχνυτο Πηλέος υἱὸς
κούρης εἰσορόων ἐρατὸν σθένος ἐν κουίῃσι·
τοὔνεκά οἱ κραδίην ὀλοαὶ κατέδαπτον ἀνῖαι
ὁππόσον ἀμφʼ ἑτάροιο πάρος Πατρόκλοιο δαμέντος.
Θερσίτης δέ μιν ἄντα κακῷ μέγα νείκεσε μύθῳ·
ὦ Ἀχιλεῦ φρένας αἰνέ, τίη νύ σευ ἤπαφε δαίμων
θυμὸν ἐνὶ στέρνοισιν Ἀμαζόνος εἵνεκα λυγρῆς,
ἣ νῶιν κακὰ πολλὰ λιλαίετο μητίσασθαι;
τῆς τοι ἐνὶ φρεσὶ σῇσι γυναιμανές ἦτορ ἔχουτι
μέμβλεται ὡς ἀλόχοιο πολύφρονος, ἥν τʼ ἐπὶ ἕδνοις
κουριδίην μνήστευσας ἐελδόμενος γαμέεσθαι.
ὥς σʼ ὄφελον κατὰ δῆριν ὑποφθαμένη βάλε δουρί,
οὕνεκα θηλυτέρῃσιν ἄδην ἐπιτέρπεαι ἦτορ,
οὐδέ νύ σοί τι μέμηλεν ἐνὶ φρεσὶν οὐλομένῃσιν
ἀμθʼ ἀρετῆς κλυτὸν ἔργου, ἐπὴν ἐσίδησθα γυναῖκα.
σχέτλιε, ποῦ νύ τοί ἐστιν ἐῢ σθένος ἠδὲ νόημα;
πῇ δὲ βίη βασιλῆος ἀμύμονος; οὐδέ τι οἶαθα
ὅσσον ἄχος Τρώεσσι γυναιμανέουσι τέτυκται;
οὐ γὰρ τερπωλῆς ὀλοώτερον ἄλλο βροτοῖσιν
ἐς λέχος ἱεμένης, ἥ τʼ ἄφρονα φῶτα τίθησι
καὶ πινυτόν περ ἐόντα· πόνῳ δʼ ἄρα κῦδος ὀπηδεῖ·
ἀνδρὶ γὰρ αἰχμητῇ νίκης κλέος ἔργα τʼ Ἄρηος
τερπνά· φυγοπτολέμῳ δὲ γυναικῶν εὔαδεν εὐνή.
ἦ μέγα νεικείων· ὁ δέ οἱ περιχώσατο θυμῷ
Πηλείδης ἐρίθυμος· ἄφαρ δέ ἑ χειρὶ κραταιῇ
τύψε κατὰ γναθμοῖο καὶ οὔατος· οἱ δʼ ἅμα πάντες
ἐξεχύθνσαν ὀδόντες ἐπὶ χθόνα, κάππεσε δʼ αὐτὸς
πρηνής· ἐκ δέ οἱ αἷμα διὰ στόματος πεφόρητο
ἀθρόον· αἶψα δʼ ἄναλκις ἀπὸ μελέων φύγε θυμὸς
ἀνέρος οὐτιδανοῖο· χάρη δʼ ἄρα λαὸς Ἀχαιῶν·
τοὺς γὰρ νείκεε πάμπαν ἐπεσβολίῃσι κακῇσιν
αὐτὸς ἐὼν λωβητός· ὁ γὰρ Δαναῶν πέλεν αἰδώς.
καί ῥά τις ὧδʼ εἴπεσκεν ἀρηϊθόων Ἀργείων·
οὐκ ἀγαθὸν βασιλῆας ὑβριζέμεν ἀνδρὶ χέρηι
ἀμφαδὸν οὔτε κρυφηδόν, ἐπεὶ χόλος αἰνὸς ὀπηδεῖ·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
