# τὰ μεθ᾿ Ὅμηρον 1.796-830

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 1, lines 1.796-1.830. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/1.796

ὀστέα δʼ ἀλλέξαντες ἄδην ἐπέχευαν σἄλειφα
ἡδὺ καὶ ἐς κοίλην χηλὸν θέσαν· ἀμφὶ δʼ ἄρʼ αὐτοῖς
πίονα δημὸν ὕπερθε βάλον βοός, ἥ τʼ ἀγέλῃσιν
Ἰδαίοις ἐν ὄρεσσι μετέπρεπε φερβομένῃσι.
Τρῶες δʼ ὥστε θύγατρα φίλην περικωκύσαντες
ἀχνύμενοι τάρχυσαν ἐΰδμητον περὶ τεῖχος
πύργῳ ἔπι προὔχοντι παρʼ ὀστέα Λαομέδοντος
ἦρα φέροντες Ἄρηι καὶ αὐτῇ Πενθεσιλείῃ.
καί οἱ παρκατέθαψαν Ἀμαζόνας, ὅσσαι ἅμʼ αὐτῇ
ἐσπόμεναι ποτὶ δῆριν ὑπʼ Ἀργείοισι δάμησαν·
οὐ γάρ σφιν τύμβοιο πολυκλαύτοιο μέγηραν
Ἀτρεῖδαι, Τρώεσσι δʼ ἐϋπτολέμοισιν ὄπασσαν
ἐκ βελέων ἐρύσασθαι ὁμῶς κταμένοισι καὶ ἄλλοις·
οὐ γὰρ ἐπὶ φθιμένοισι πέλει κότος, ἀλλʼ ἐλεεινοὶ
δήιοι οὐκέτʼ ἐόντες, ἐπὴν ἀπὸ θυμὸς ὄληται.
Ἀργεῖοι δʼ ἀπάνευθε δόσαν πυρὶ πολλὰ κάρηνα
ἡρώων, οἳ δή δή ὁμοῦ κτάθεν ἠδʼ ἐδάμησαν
Τρώων ἐν παλάμῃσιν ἀνὰ στόμα δηιοτῆτος,
πολλὰ μάλʼ ἀχνύμενοι κταμένων ὕπερ. ἔξοχα δʼ ἄλλων
ἀμφʼ ἀγαθοῦ μύροντο Ποδάρκεος· οὐ γάρ ἐπʼ ἐσθλοῦ
δεύετʼ ἀδελφειοῖο μάχῃ ἔνι Πρωτεσιλάου·
ἀλλʼ ὁ μὲν ἤδη πρόσθεν ὑφʼ Ἕκτορι κεῖτο δαϊχθεὶς
ἠΰς Πρωτεσίλαος· ὀ δʼ ἔγχεϊ Πενθεσιλείης
βλήμενος Ἀργείοισι λυγρὸν περικάββαλε πένθος·
τοὔνεκά οἱ πληθὺν μὲν ἀπόπροθι ταρχύσαντο
τεθναότων· κείνῳ δέ πέριξ ἐβάλοντο καμόντες
οἴῳ σῆμʼ ἀρίδηλον, ἐπεὶ θρασὺς ἔπλετο θυμῷ.
νόσφι δὲ Θερσίταο λυγρὸν δέμας οὐτιδανοῖο
θάψαντες ποτὶ νῆας ἐϋπρώρους ἀφίκοντο
Αἰακίδην Ἀχιλῆα μέγα φρεσὶ κυδαίνοντες.
ἦμος δʼ αἰγλήεσσα κατʼ ὠκεανοῖο βεβήκει
ἠώς, ἀμφὶ δὲ γαῖαν ἐκίδνατο θεσπεσίη νύξ,
δὴ τότʼ ἄρʼ ἐν κλισίῃς Ἀγαμέμνονος ἀφνειοῖο
δαίνυτο Πηλείδαο βίη· σὺν δʼ ἄλλοι ἄριστοι
τέρποντʼ ἐν θαλίῃς μέχρις ἠὼ δῖαν ἱκέσθαι.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
