# τὰ μεθ᾿ Ὅμηρον 1.91-133

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 1, lines 1.91-1.133. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/1.91

δῶρα δέ οἱ πόρε καλὰ καὶ ὄλβια, πολλὰ δʼ ὑπέστη
δωσέμεν, ἢν Τρώεσσι δαϊζομένοις ἐπαμύνῃ.
ἡ δʼ ἄρʼ ὑπέσχετο ἔργον, ὃ οὔποτε θνητὸς ἐώλπει,
δῃώσειν Ἀχιλῆα καὶ εὐρέα λαὸν ὀλέσσειν
Ἀργείων, πυρσὸν δὲ νεῶν καθύπερθε βαλέσθαι·
νηπίη· οὐδέ τι ᾔδη ἐϋμμελίην Ἀχιλῆα,
ὅσσον ὑπέρτατος ἦεν ἐνὶ φθισήνορι χάρμῃ.
τῆς δʼ ὡς οὖν ἐπάκουσεν ἐῢς πάϊς Ἠετίωνος
Ἀνδρομάχη, μάλα τοῖα φίλῳ προσελέξατο θυμῷ·
ἆ δειλή, τί νυ τόσσα μέγα φρονέουσʼ ἀγορεύεις;
οὐ γάρ τοι σθένος ἐστὶν ἀταρβέϊ Πηλείωνι
μάρνασθʼ, ἀλλὰ σοὶ ὦκα φόνον καὶ λοιγὸν ἐφήσει.
λευγαλέη, τί μέμηνας ἀνὰ φρένας; ἦ νύ τοι ἄγχι
ἕστηκευν Θανάτοιο τέλος καὶ δαίμονος Αἶσα.
Ἕκτωρ γὰρ σέο πολλὸν ὑπέρτερος ἔπλετο δουρί·
ἀλλʼ ἐδάμη κρατερός περ ἐών, μέγα δʼ ἤκαχε Τρῶας,
οἵ ἑ θεὸν ὣς πάντες ἀνὰ πτόλιν εἰσορόωντο·
καί μοι ἔην μέγα κῦδος ἰδʼ ἀντιθέοις τοκέεσσι
ζωὸς ἐών· ὡς εἴ με χυτὴ κατὰ γαῖα κεκεύθει,
πρίν ἑ διʼ ἀνθερεῶνος ὑπʼ ἔγχεϊ θυμὸν ὀλέσσαι.
νῦν δʼ ἄρʼ ἀάσπετον ἄλγος ὀϊζυρῶς ἐσάθρησα,
κεῖνον ὅτʼ ἀμφὶ πόληα ποδώκεες εἴρυον ἵπποι
ἀργαλέως Ἀχιλῆος, ὅ μʼ ἀνέρος εὖνιν ἔθηκε
κουριδίου, τό μοι αἰνπὸν ἄχος πέλει ἤματα πάντα.
ὣς φάθʼ ἑὸν κατὰ θυμὸν ἐΰσφυρος Ἠετιώνη
μνησαμένη πόσιος· μάλα γὰρ μέγα πένθος ἀέξει
ἀνδρὸς ἀποφθιμένοιο σαόφροσι θηλυτέρῃσιν.
ἠέλιος δὲ θοῇσιν ἑλισσόμενος περὶ δίνῃς
δύσατʼ ἐς ὠκεανοῖο βαθὺν ῥόον, ἤνυτο δʼ ἠώς.
οἱ δʼ ὅτε δὴ παύσαντο ποτοῦ δαιτός τʼ ἐρατεινῆς,
δὴ τότε που δμῳαὶ στόρεσαν θυμήρεα λέκτρα
ἐν Πριάμοιο δόμοισι θρασύφρονι Πενθεσιλείῃ·
ἡ δὲ κιοῦσʼ εὕδεσκεν· ὕπνος δέ οἱ ὄσσε κάλυψε
νήδυμος ἀμφιπεσών· μόλε δʼ αἰθέρος ἐξ ὑπάτοιο
Παλλάδος ἐννεσίῃσι μένος δολόεντος Ὀνείρου,
ὅππως μιν λεύσσουσα κακὸν Τρώεσσι γένηται
οἷ τʼ αὐτῇ, μεμαυῖα ποτὶ πτολέμου στροφάλιγγα.
καὶ τὰ μὲν ὣς ὥρμαινε δαΐφρων Τριτογένεια·
τῇ δʼ ἄρα λυγρὸς Ὄνειρος ἐφίστατο πατρὶ ἐοικώς,
καί μιν ἐποτρύνεσκε ποδάρκεος ἄντʼ Ἀχιλῆος
θαρσαλέως μάρνασθαι ἐναντίον· ἡ δʼ ἀΐουσα
γήθεεν ἐν φρεσὶ πάμπαν· ὀΐσσατο γὰρ μέγα ἔργου
ἐκτελέσειν αὐτῆμαρ ἀνὰ μόθον ὀκρυόεντα·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
