# τὰ μεθ᾿ Ὅμηρον 10.210-250

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 10, lines 10.210-10.250. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/10.210

ἥκε δʼ ἀπὸ νευρῆφι θοὸν βέλος· ἡ δʼ ἰάχησεν
ἰοῦ ἀπεσσυμένοιο· τὸ δʼ οὐχ ἅλιον φύγε χειρῶν·
καί ῥʼ αὐτοῦ μὲν ἅμαρτεν ἀλευαμένου μάλα τυτθόν,
ἀλλʼ ἔβαλεν Κλεόδωρον ἀγακλειτόν περ ἐόντα
βαιὸν ὑπὲρ μαζοῖο, διήλασε δʼ ἄχρις ἐς ὦμον·
οὐ γὰρ ἔχεν σάκος εὐρύ, τό οἱ λυγρὸν ἔσχεν ὄλεθρον·
ἀλλʼ ὅ γε γυμνὸς ἐὼν ἀνεχάζετο· τοῦ γὰρ ἀπʼ ὤμων
Πουλυδάμας ἀπάραξε σάκος τελαμῶνα δαΐξας
βουπλῆγι στιβαρῷ· ὁ δʼ ἐχάσσατο μαρνάμενός περ
αἰχμῇ ἀνιηρῇ· στονόεις δέ οἱ ἔμπεσεν ἰὸς
ἄλλοθεν ἀΐξας· ὣς γάρ νύ που ἤθελε δαίμων
θήσειν αἰνὸν ὄλεθρον ἐΰφρονος υἱέϊ Λέρνου,
ὃν τέκετʼ Ἀμφιάλη Ῥοδίων ἐν πίονι γαίῃ.
τὸν δʼ ὡς οὖν ἐδάμασσε Πάρις στονόεντι βελέμνῳ,
δὴ τότε που Ποίαντος ἀμύμονος ὄβριμος υἱὸς
ἐμμεμαὼς θοὰ τόξα τιταίνων οἱ μέγʼ ἀΰτει·
ὦ κύον, ὡς σοὶ ἔγωγε φόνον καὶ κῆρʼ ἀΐδηλον
δώσω, ἐπεί νύ μοι ἄντα λιλαίεαι ἰσοφαρίζειν·
καί κεν ἀναπνεύσουσιν, ὅσοι σέθεν εἵνεκα λυγροῦ
τείροντʼ ἐν πολέμῳ· τάχα γὰρ λύσις ἔσσετʼ ὀλέθρου
ἐνθάδε σεῖο θανόντος, ἐπεί σφισι πῆμα τέτυξαι.
ὣς εἰπὼν νευρὴν μὲν ἐΰστροφον ἀγχόθι μαζοῦ
εἴρυσε, κυκλώθη δὲ κέρας, καὶ ἀμείλιχος ἰὸς
ἰθύνθη, τόξον δʼ αἰνὴ ὑπερέσχεν ἀκωκὴ
τυτθὸν ὑπʼ αἰζηοῖο βίῃ· μέγα δʼ ἔβραχε νευρὴ
ἰοῦ ἀπεσσυμένοιο δυσηχέος· οὐδʼ ἀφάμαρτε
δῖος ἀνήρ· τοῦ δʼ οὔτι λύθη κέαρ, ἀλλʼ ἔτι θυμῷ
ἔσθενεν· οὐ γάρ οἱ τότε καίριος ἔμπεσεν ἰός,
ἀλλὰ παρέθρισε χειρὸς ἐπιγράβδην χρόα καλόν.
ἐξαῦτις δʼ ὅ γε τόξα τιτύσκετο· τὸν δὲ παραφθὰς
ἰῷ ἐϋγλώχινι βάλεν βουβῶνος ὕπερθε
Ποίαντος φίλος υἱός· ὁ δʼ οὐκέτι μίμνε μάχεσθαι,
ἀλλὰ θοῶς ἀπόρουσε, κύων ὥς, ὅς τε λέοντα
ταρβήσας χάσσηται ἐπεσσύμενος τὸ πάροιθεν·
ὣς ὅ γε λευγαλέῃσι πεπαρμένος ἦτορ ἀνίῃς
χάζετʼ ἀπὸ πτολέμοιο. Συνεκλονέοντο δὲ λαοὶ
ἀλλήλους ὀλέκοντες· ἐν αἵματι δʼ ἔπλετο δῆρις
κτεινομένων ἑκάτερθε· νεκροὶ δʼ ἐπέκειντο νέκυσσι
πανσυδίῃ ψεκάδεσσιν ἐοικότες ἠὲ χαλάζῃ
ἢ χιόνος νιφάδεσιν, ὅτʼ οὔρεα μακρὰ καὶ ὕλην
Ζηνὸς ὑπʼ ἐννεσίῃς ζέφυρος καὶ χεῖμα παλύνει·

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
