# τὰ μεθ᾿ Ὅμηρον 10.406-447

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, Book 10, lines 10.406-10.447. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/quintus-smyrnaeus/text/10.406

ὣς ἔφατʼ, οὔτι γοῶσα πόσιν τόσον, ὁππόσον αὐτῆς
μύρετʼ ἀλιτροσύνης μεμνημένη· ἀμφὶ δὲ Τρωαὶ
ὡς κεῖνον στενάχοντο, μετὰ φρεσὶ δʼ ἄλλα μενοίνων,
αἱ μὲν ὑπὲρ τοκέων μεμνημέναι, αἱ δὲ καὶ ἀνδρῶν,
αἱ δʼ ἄρʼ ὑπὲρ παίδων, αἱ δὲ γνωτῶν ἐριτίμων.
οἴη δʼ ἐκ θυμοῖο δαΐζετο κυδαλίμοιο
Οἰνώνη· ἀλλʼ οὔτι μετὰ Τρωῇσιν ἐοῦσα
κώκυεν, ἀλλʼ ἀπάνευθεν ἐνὶ σφετέροισι μελάθροις
κεῖτο βαρυστενάχουσα παλαιοῦ λέκτρῳ ἀκοίτεω.
οἵη δʼ ἐν ξυλόχοισι περιτρέφεται κρύσταλλος
αἰπυτάτων ὀρέων, ἥ τʼ ἄγκεα πολλὰ παλύνει
χευαμένη ζεφύροιο καταιγίσιν· ἡ δʼ ἄρʼ ὑπʼ Εὔρῳ
ἠελίῳ τε χιὼν κατατήκεται ἀμφὶ δὲ μακραὶ
ἄκριες ὑδρηλῇσι κατειβόμεναι λιβάδεσσι
δεύονθʼ, ἡ δὲ νάπῃσιν ἀπειρεσίη περ ἐοῦσα
πίδακος ἐσσυμένης κρυερὸν περιτήκεται ὕδωρ·
ὣς ἥ γʼ ἀσχαλόωσα μέγα στυγερῇ ὑπʼ ἀνίῃ
τήκετʼ ἀκηχεμένη πόσιος περὶ κουριδίοιο.
αἰνὰ δʼ ἀναστενάχουσα φίλον προσελέξατο θυμόν·
ὤ μοι ἀτασθαλίης, ὤ μοι στυγεροῦ βιότοιο,
ἣ πόσιν ἀμφαγάπησα δυσάμμορον, ᾧ σὺν ἐώλπειν
γήραϊ τειρομένη βιότου κλυτὸν οὐδὸν ἱκέσθαι
αἰὲν ὁμοφρονέουσα· θεοὶ δʼ ἑτέρωσε βάλοντο·
ὥς μʼ ὄφελόν ποτε Κῆρες ἀνηρείψαντο μέλαιναι,
ὁππότε νόσφιν ἔμελλον Ἀλεξάνδροιο πέλεσθαι·
ἀλλὰ καὶ εἰ ζωός μʼ ἔλιπεν, μέγα τλήσομαι ἔργον
ἀμφʼ αὐτῷ θανέειν, ἐπεὶ οὔτι μοι εὔαδεν ἠώς.
ὣς φαμένης ἐλεεινὰ κατὰ βλεφάροιιν ἔχυντο
δάκρυα, κουριδίοιο δʼ ἀναπλήσαντος ὄλεθρον
μνωομένη, ἅτε κηρὸς ὑπαὶ πυρί, τήκετο λάθρῃ,
ἅζετο γὰρ πατέρα σφὸν ἰδʼ ἀμφιπόλους εὐπέπλους,
μέχρις ἐπὶ χθόνα δῖαν ἀπʼ εὐρέος ὠκεανοῖο
νὺξ ἐχύθη, μερόπεσσι λύσιν καμάτοιο φέρουσα.
καί ῥα τόθʼ ὑπνώοντος ἐνὶ μεγάροισι τοκῆος
καὶ δμώων, πυλεῶνας ἀναρρήξασα μελάθρων
ἔκθορεν, ἠΰτʼ ἄελλα· φέρον δέ μιν ὠκέα γυῖα·
ὡς δʼ ὅτʼ ἀνʼ οὔρεα πόρτιν ἐρασσαμένην μέγα ταύρου
θυμὸς ἐποτρύνει ποσὶ καρπαλίμοισι φέρεσθαι
ἐσσυμένως, ἡ δʼ οὔτι λιλαιομένη φιλότητος
ταρβεῖ βουκόλον ἄνδρα, φέρει δέ μιν ἄσχετος ὁρμή,
εἴ που ἐνὶ ξυλόχοισιν ὁμήθεα ταῦρον ἴδοιτο·
ὣς ἡ ῥίμφα θέουσα διήνυε μακρὰ κέλευθα
διζομένη τάχα ποσσὶ πυρῆς ἐπιβήμεναι αἰνῆς.

---

Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον, ed. Arthur S. Way. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2046.tlg001.local001/.
