Ancient Greek
Book 10, lines 10.448-10.488
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 10.448-488
Not analysed yet
οὐδέ τί οἱ κάμε γούνατʼ· ἐλαφρότεροι δʼ ἐφέροντο
ἐσσυμένης πόδες αἰέν· ἔπειγε γὰρ οὐλομένη Κὴρ
καὶ Κύπρις· οὐδέ τι θῆρας ἐδείδιε λαχνήεντας
ἀντομένους ὑπὸ νύκτα, πάρος μέγα πεφρικυῖα·
πᾶσα δέ οἱ λασίων ὀρέων ἐστείβετο πέτρη
καὶ κρημνοί, πᾶσαι δὲ διεπρήσσοντο χαράδραι.
τὴν δέ που εἰσορόωσα τόθʼ ὑψόθι δῖα Σελήνη
μνησαμένη κατὰ θυμὸν ἀμύμονος Ἐνδυμίωνος
πολλὰ μάλʼ ἐσσυμένην ὀλοφύρατο· καί οἱ ὕπερθε
λαμπρὸν παμφανόωσα μακρὰς ἀνέφαινε κελεύθους.
ἵκετο δʼ ἐμβεβαυῖα διʼ οὔρεος, ᾗχι καὶ ἄλλαι
νύμφαι Ἀλεξάνδροιο πυρὴν περικωκύεσκον.
τὸν δʼ ἔτι που κρατερὸν πῦρ ἄμφεχεν, οὕνεκʼ ἄρʼ αὐτῷ
μηλονόμοι ξυνιόντες ἀπʼ οὔρεος ἄλλοθεν ἄλλοι
ὕλην θεσπεσίην παρενήνεον, ἦρα φέροντες
ὑστατίην καὶ πένθος ὁμῶς ἑτάρῳ καὶ ἄνακτι,
κλαίοντες μάλα πολλὰ περισταδόν· ἡ δέ μιν οὔτι,
ἀμφαδὸν ὡς ἄθρησε, γοήσατο τειρομένη περ,
ἀλλὰ καλυψαμένη περὶ φάπεϊ καλὰ πρόσωπα
αἶψα πυρῇ ἐνέπαλτο· γόον δʼ ἄρα πουλὺν ὄρινε·
καίετο δʼ ἀμφὶ πόσει· νύμφαι δέ μιν ἄλλοθεν ἄλλαι
θάμβεον, εὖτʼ ἐσίδοντο μετʼ ἀνέρι πεπτηυῖαν·
καί τις ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν·
ἀτρεκέως Πάρις ἦεν ἀτάσθαλος, ὃς μάλα κεδνὴν
κάλλιπε κουριδίην καὶ ἀνήγαγε μάργον ἄκοιτιν
οἷ αὐτῷ καὶ Τρωσὶ καὶ ἄστεϊ λοίγιον ἄλγος,
νήπιος· οὐδʼ ἀλόχοιο περίφρονος ἅζετο θυμὸν
τειρομένης, ἥπερ μιν ὑπὲρ φάος ἠελίοιο
καίπερ ἀπεχθαίροντα καὶ οὐ φιλέοντα τίεσκεν.
ὣς ἄρʼ ἔφη Νύμφη τις ἀνὰ φρένας· οἱ δʼ ἐνὶ μέσσῃ
πυρκαϊῇ καίοντο λελασμένοι Ἡριγενείης·
ἀμφὶ δὲ βουκόλοι ἄνδρες ἐθάμβεον, εὖτε πάροιθεν
Ἀργεῖοι θάμβησαν ἀολλέες ἀθρήσαντες
Εὐάδνην Καπανῆος ἐπεκχυμένην μελέεσσιν
ἀμφὶ πόσιν δμηθέντα Διὸς στονόεντι κεραυνῷ.
ἀλλʼ ὁπότʼ ἀμφοτέρους ὀλοὴ πυρὸς ἤνυσε ῥιπὴ
Οἰνώνην τε Πάριν τε, μιῇ δʼ ὑποκάββαλε τέφπῃ,
δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δʼ αὐτῶν
χρυσέῳ ἐν κρητῆρι θέσαν· περὶ δέ σφισι σῆμα
ἐσσυμένως τεύξαντο· θέσαν δʼ ἄρα δοιὼ ὕπερθε
στήλας, αἵπερ ἔασι τετραμμέναι ἄλλυδις ἄλλη.